23
Ὁ δεῖνα, ὡς λέγει, καταγνοὺς τῆς τοῦ βίου τούτου ματαιότητος καὶ καταμαθὼν ὅτι τῆς ζωῆς ταύτης τὰ τερπνὰ ἐνταῦθα τὴν καταστροφὴν ἔχει, ὕλας μόνον κατασκευάζοντα τῷ αἰωνίῳ πυρὶ ταχεῖαν δὲ ἔχοντα τὴν πάροδον, κατέλαβέ με, βουλόμενος ἀποστῆναι μὲν τῆς μοχθηρᾶς καὶ πολυστενάκτου ζωῆς, καταλιπεῖν δὲ τὰς τῆς σαρκὸς ἡδονάς, ἐπελθεῖν δὲ λοιπὸν τῇ ὁδῷ τῇ ἀγούσῃ ἐπὶ τὰς μονὰς τοῦ Κυρίου. ἐπειδὴ οὖν ἀναγκαῖόν ἐστιν, εἰ φύσει ἐν ἐπιθυμίᾳ καθέστηκε τῆς μακαρίας ὄντως διαγωγῆς, καὶ τὸν καλὸν καὶ ἐπαινούμενον ἔρωτα ἔσχεν ἐν τῇ ἑαυτοῦ ψυχῇ, ἀγαπήσας Κύριον τὸν Θεὸν ἡμῶν ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης ἰσχύος, καὶ ἐξ ὅλης διανοίας,καὶ... διανοίαςom. E. ὑποδειχθῆναι αὐτῷ ὑπὸ τῆς ὑμετέρας θεοσεβείας τὰ δυσχερῆ καὶ δυσάντητα τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, ἐν ἐλπίδι δὲ αὐτὸν καταστῆσαικαταστῆναι A, B, D, F. τῶν νῦν τέως μὴ βλεπομένων, ἐν ἐπαγγελίαις δὲ ἀποκειμένωνὑποκειμένων B. ἀγαθῶν τοῖς ἀξίοις τοῦ Κυρίου.