290
Σκέψαι δέ, ὅτι οὐδὲ μικρός τις παραπέπηγε κίνδυνος τῷ ἐκ παντὸς τρόπου τὸ ἑαυτοῦ κρατῆσαι φιλονεικοῦντι, μή ποτε τῶν ἁμαρτανομένων ἐφʼ ἑαυτοὺς ἑλκύσωμεν τὴν μερίδα. πολλὰ γὰρ ἂν ἁμαρτηθείη καὶ παρὰ τῶν οὐκ ἂν προσδοκηθέντωνπροσδοκωμένων tress MSS. Recent. ποτέ, διὰ τὸ εὔκολον τῆς ἀνθρωπίνης φύσεως. εἶτα ἰδίᾳ μὲν τοῖς φίλοις συμβουλεύσαντες πολλάκις τὰ κράτιστα, κἂν ἀπίθανοι δόξωμεν τοῖς βουλευομένοις, οὐ χαλεπαίνομεν· ἐν οἷς δὲ οὐ βουλὴ ἀνθρώπων, ἀλλὰ κρίσις ἐστὶ Θεοῦ, μὴ καὶ τῶν τοῦ Θεοῦ κριμάτων προτιμηθέντες δυσχερανοῦμεν; εἰ μὲν οὖν παρὰ ἀνθρώπων δίδοται, τί χρὴχρῆμα E. παρʼ ἡμῶν αἰτεῖν, ἀλλʼ οὐχὶ αὐτὸν παρʼ ἑαυτοῦ λαμβάνειν; εἰ δὲ παρὰ Κυρίου, εὔχεσθαι προσῆκεν, ἀλλʼ οὐχὶ ἀγανακτεῖν· καὶ ἐν τῇ εὐχῇ μὴ τὸ ἴδιον θέλημα αἰτεῖν, ἀλλʼ ἐπιτρέπειν τῷ οἰκονομοῦντι τὸ συμφέρον Θεῷ. ὁ δὲ Θεὸς ὁ ἅγιος ἀπαγάγοι πᾶσαν πεῖραν λυπηρῶν πραγμάτων ἀπὸ τοῦ οἴκου ὑμῶν, καὶ αὐτῷ τε σοὶ καὶ πᾶσι τοῖς προσήκουσί σοι ἄνοσον καὶ ἀβλαβῆ ἐνom. E, duo MSS. πάσῃ εὐθηνίᾳ τὸν βίον ἐπιμετρήσειεν.
Τιμοθέῳ χωρεπισκόπῳ
291
Καὶ τὸ πάντα γράφειν ὅσα φρονῶ οὔτε τῷ μέτρῳ τῆς ἐπιστολῆς ὁρῶ συμβαῖνον οὔτε ἄλλως πρέπον τῷ τῆς προσηγορίας εἴδει, καὶ τὸ σιωπῇ παρελθεῖν μικροῦ καὶ ἀδύνατόν ἐστί μοι, δικαίῳ θυμῷ τῷ κατὰ σοῦ φλεγμαινούσης μοιμοῦ E. τῆς καρδίας. μέσην οὖν βαδιοῦμαι, τὰ μὲν γράφων, τὰ δὲ παρείς. καθάψασθαι γάρ σου βούλομαι, εἰ θέμις ἐστίν, ἐν ἰσηγορίᾳ φιλικῇ.