291
Εἰ εἶεἶ add. Capps. Τιμόθεος ἐκεῖνος, ὃν ἐκ παιδὸς οἴδαμεν τοσοῦτον πρὸς τὴν ὀρθότητα καὶ τὸν κατησκημένον βίον τῷ τόνῳ χρώμενον, ὥστε ἐγκαλεῖσθαι τὴν ἐνἐπὶ E. duo MSS. τούτοις ἀμετρίαν, ἀποστὰς νῦνom. Med. τοῦ σκοπεῖν πάντα τρόπον ὅ τι χρὴ ποιοῦντα τῷ Θεῷ προσοικειοῦσθαι, ἀποβλέπεις πρὸς τὰ τῷ δεῖνι δοκοῦντα περὶ σοῦ, καὶ τῆς ἑτέρων γνώμης τὴν ζωὴν ἔχεις ἐξηρτημένην, καὶ ὅπως μὴ φίλοις ἄχρηστος, μηδὲ ἐχθροῖς ᾖς καταγέλαστος ἐνθυμῇ, καὶ τὴν παρὰ πολλῶν αἰσχύνην, ὡς δεινόν τι, φοβῇ, καὶ οὐκ ἐννοεῖς, ὅτι ἐν ὅσῳ περὶ ταῦτα τρίβῃ, λανθάνεις σεαυτὸν τῆς προηγουμένης ζωῆς ἀμελῶν; ὅτι γὰρ οὐκ ἐγχωρεῖ ἀμφοτέρων ὁμοῦ περιγενέσθαι, τῶν τε κατὰ τὸν κόσμον τοῦτον πραγμάτων καὶ τῆς κατὰ Θεὸν πολιτείας, πλήρεις μὲν αἱ θεῖαι Γραφαὶ ὧν ἐδίδαξανπλήρεις ... ἐδίδαξαν πλήρης μὲν ἡ θεία Γραφὴ ὧν ἐδίδαξεν ἡμᾶς quatuor MSS. ἡμᾶς· πλήρης δὲ καὶ αὐτὴ ἡ φύσις τῶν τοιούτων ὑποδειγμάτων ἐστίν. ἔν τε γὰρ τῇ κατὰ τὸν νοῦν ἐνεργείᾳ δύο νοῆσαι κατὰ ταὐτὸν νοήματα παντελῶς ἀμήχανον, ἔν τε ταῖς κατὰ τὴν αἴσθησιν ἀντιλήψεσι δύο φωνὰς ὁμοῦ προσπιπτούσας ταῖς ἀκοαῖς δέχεσθαι ἐν ταὐτῷ καὶ διακρίνειν ἀδύνατον· καὶ τοῦτο δύο ἀκουστικῶν πόρων ἡμῖν ἀνεῳγμένων. ὀφθαλμοὶ δέ, ἐὰν μὴ ἀμφότεροι πρὸς ἕν τι τῶν ὁρατῶν ἀποταθῶσιν, ἐνεργεῖν τὸ ἑαυτῶν ἀκριβῶς οὐ δύνανται. καὶ ταῦτα μὲν τὰ παρὰ τῆς φύσεως· τὰ δὲ ἐκ τῶν Γραφῶν σοι διηγεῖσθαι οὐχ ἧττόν ἐστι καταγέλαστον ἢ γλαῦκα, φησίν,φασίν E. et alius. Ἀθηναίοις ἄγειν.