291
Τί οὖν τὰ ἄμικτα μίγνυμεν, θορύβους πολιτικοὺς καὶ εὐσεβείας ἄσκησιν, ἀλλʼ οὐχὶ ἀποστάντες τῶν θορύβων καὶ τοῦ πράγματακαὶ τοῦ πράγματα τῶν πραγμάτων editi antiqui et nonnulli MSS. ἔχειν καὶ παρέχειν ἑτέροις, ἡμῶν αὐτῶν γινόμεθα, καὶ ὃν πάλαι ὑπεθέμεθα τῆς εὐσεβείας σκοπὸν βεβαιοῦμεν τῷ ἔργῳ, καὶ δείκνυμεν τοῖς ἐπηρεάζειν ἡμῖν βουλομένοις, ὅτι οὐκ ἔστιν ἐπʼ αὐτοῖς τὸ λυπεῖν ἡμᾶς ὅταν ἐθέλωσι; τοῦτο δὲ ἔσται ἐπειδὰν πάσης λαβῆς ἐλευθέρους ἑαυτοὺς ἀποδείξωμεν. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. εἴη δὲ ἡμᾶς ποτε καὶ ἐν ταὐτῷ γενέσθαι καὶ ἀκριβέστερον βουλεύσασθαι περὶ τῶν συμφερόντων ταῖς ψυχαῖς ἡμῶν, ἵνα μὴ ἐν τῇ περὶ τῶν ματαίων φροντίδι καταληφθῶμεν τῆς ἀναγκαίας ἐξόδου ἐπελθούσης ἡμῖν.
291
Τοῖς δὲ ἀποσταλεῖσι παρὰ τῆς ἀγάπης σου ὑπερήσθην, οἷς ὑπῆρχε μὲν ἡδίστοις εἶναι καὶ κατὰ τὴν ἑαυτῶν φύσιν· πολλαπλασίονα δὲ τὴν ἡδονὴν ἐνεποίειἐποίει editi antiqui. ἡ προσθήκη τοῦ ἀποστείλαντος. τὰ δὲ ἀπὸ τοῦ Πόντου κηροὺς καὶ ἄκοπα, ἡδέως δέξαι, ὅταν ἀποστείλωμεν· νῦν γὰρ ἡμῖν οὐ παρῆν.
Παλλαδίῳ
292
Τὸ ἥμισυ τῆς ἐπιθυμίας ἡμῶν ἐξεπλήρωσεν ὁ ἅγιος Θεός, οἰκονομήσας τὴν συντυχίαν τῆς κοσμιωτάτης ἀδελφῆς ἡμῶν τῆς συμβίου σου. δυνατὸς δὲ παρασχεῖν καὶ τὸ λειπόμενον, ὥστε ἰδόνταςεἰδότας E. Harl. ἡμᾶς καὶ τὴν σὴν εὐγένειαν, τελείαν ἀποδοῦναι τῷ Θεῷ τὴν χάριν. ἐν πολλῇ γάρ ἐσμεν ἐπιθυμίᾳ, μάλιστα νῦν, ὅτε ἠκούσαμεν τετιμῆσθαί σε τῇ μεγάλῃ τιμῇ, τῷ ἀθανάτῳ ἐνδύματι, ὃ περισχὸνπεριέχον E. editi antiqui. ἡμῶν τὴν ἀνθρωπότητα, τὸν ἐν τῇ σαρκὶ θάνατον ἐξηφάνισε καὶ κατεπόθη τὸ θνητὸν ἐν τῷ τῆς ἀφθαρσίας ἐνδύματι.