301
Οὕτως οὖν διανοεῖσθαι προσῆκεν, ὡς ὁδόν τινα παρελθούσης,προελθούσης Harl. ἣν καὶ ἡμᾶς δεήσει πορεύεσθαι· εἰ δὲ ὅτι πρὸ ἡμῶν, οὐκ ὀδυρμῶν τοῦτο ἄξιον. μικρὸν γὰρ ὕστερον τυχὸν τὸ ἡμέτερον ἐλεεινότερον, εἰ ἐπὶ πλεῖον παραταθέντες πλείοσι γενοίμεθα τιμωρίαις ὑπόχρεοι. ἀλλὰ τῆς λύπης τὸ βάρος ὁ λογισμὸς ἡμῶν ἀποσεισάμενος, τὴν περὶ τοῦ πῶς ἡμᾶς προσῆκε πρὸς τὸ ἐφεξῆς εὐαρεστεῖν τῷ Κυρίῳ φροντίδα μεταλαβέτω.μεταβαλλέτω editi antiqui.
Πρὸς τὴν ὁμόζυγον Βρίσωνος παραμυθητικήχηρεύουσαν editi antiqui.
302
Ὅσον μὲν ἐστενάξαμεν ἐπὶ τῇ ἀγγελίᾳ τοῦ πάθους, τοῦ κατὰ τὸν ἄριστον τῶν ἀνδρῶν Βρίσωνα, τί χρὴ καὶ λέγειν ; πάντως γὰρ οὐδεὶς οὕτως ἐστὶ λιθίνην ἔχων τὴν καρδίαν, ὅς, εἰς πεῖραν ἀφικόμενος τοῦ ἀνδρὸς ἐκείνου, εἶτʼ ἀκούσας αὐτὸναὐτὸς editi antiqui. ἀθρόως ἐξ ἀνθρώπων ἀνηρπασμένον, οὐχὶ ὡς κοινὴν ζημίαν τοῦ βίου τὴν τοῦ ἀνδρὸς στέρησιν ἐλογίσατο. ἡμῶν δὲ εὐθὺς τὴν λύπην ἠ ἐπὶ σοὶ φροντὶς διεδέξατο, λογιζομένων ὅτι, εἰ τοῖς πόρρω τῆς οἰκειότητος οὔτω βαρὺ καὶ δύσφορον τὸ συμβάν, πῶς εἰκὸς ὑπὸ τοῦ πάθους τὴν σὴν διατεθῆναι ψυχήν, οὕτω μὲν φύσει χρηστὴν οὖσαν, καὶ πρὸς τὰς συμπαθείας εὔκολον διὰ τὴν τοῦ τρόπου ἡμερότητα, οὕτω δὲ ὑποκειμένην τῷ πάθει, ὥστε οἱονεὶ διχοτομίας τινὸς αἰσθάνεσθαι ἐν τῷ χωρισμῷ τοῦ ὁμόζυγος. καὶ γάρ, εἰ τῷ ὄντι κατὰ τὸν τοῦ Κυρίου λόγον οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία, δηλονότι οὐχ ἧττόν ἐστιν ἀλγεινὴ ἡ τοιαύτη διάζευξις, ἢ εἰ τὸ ἥμισυ ἡμῶν τοῦ σώματος ἀπερρήγνυτο.