314
Καὶ πῶς ἔμελλον ἐγὼ γραμμάτων οἰκείαν ἀφορμὴν παρόψεσθαι, καὶ μὴom. E. προσερεῖν τὴν σὴν τιμιότητα, τοῦδε πρὸς ὑμᾶςἡμᾶς E. ἀφικνουμένου; ὃς ἐξήρκει μὲν καὶ ἀφʼ ἑαυτοῦ εἰπεῖν τὰ ἡμέτερα καὶ τὴν τῆς ἐπιστολῆς ἀποπληρῶσαιπληρῶσαι Med. et duo MSS. χρείαν· ἠβουλήθη δὲ καὶ γραμμάτων διάκονος γενέσθαι, διὰ τὸ σφόδρα ἡμᾶς ἀγαπᾷν καὶ ἐξ ὅλης ψυχῆς προσκεῖσθαι ἡμῖν. παντὶἡμῖν παντὶ uterque Coisl. τρόπῳ καὶ τὰ ὑμέτερα ῥήματα ἐπικομίζεσθαι βούλεται καὶ ὑμῖν διακονεῖσθαι.
314
Ἐδώκαμεν οὖν αὐτῷ τὴν ἐπιστολήν, δι’ ἧς πρῶτον μὲν ὑμῖν εὐχόμεθα πάντα τὰ ἀγαθά, ἅ τε ὁ βίος οὗτος ἔχει, καὶ ὅσα τὸν ἐν ταῖς ἐπαγγελίαις μακαρισμὸν ἀποκείμεναὅσα... ἀποκείμενα ὅσα τῶν ἐν ταῖς ἐπαγγελίαις τὸν μακαρισμὸν ἀποκείμενον Regius sec., Coisl. sec. φυλάσσει· ἔπειτα καὶ δεόμεθα τοῦ ἁγίου Θεοῦ οἰκονομηθῆναι δεύτερον ἡμῖν τὴν συντυχίαν ὑμῶν, ἕως ἐσμὲν ὑπὲρ γῆς. τὴν δὲ εἰς τὸν προειρημένον ἀδελφὸν ἀγάπην ὅτι πολυπλασιάσεις ἡμῶν ἕνεκεν οὐκ ἀμφιβάλλω. ὥστε παρακλήθητι ἔργῳ αὐτῷ παρασχέσθαι τὴν πεῖραν.
Ἀνεπίγραφος, ὑπὲρ συγγενοῦς
315
Πάνυ πεπεισμένος μηδὲν διαμαρτήσεσθαι περὶ ὧν ἂν μετὰ τοῦ δικαίου παρακαλέσω τὴν τιμιότητά σου, προθύμως ἦλθον ἐπὶ τὸ δοῦναι τὴν ἐπιστολὴν τῇ κοσμιωτάτῃ τῇδε ὀρφανῶν προεστώσῃ καὶ οἰκίαν οἰκούσῃ ὕδρας τινὸς πολυκεφάλου χαλεπωτέραν. ἐπὶ πᾶσι δὲ τούτοις ὑπάρχει ἡμῖν τὸ καὶ οἰκείως ἔχειν ἀλλήλοις κατὰ γένος. διὸ παρακαλοῦμέν σου τὴν εὐγένειαν, καὶ ἡμᾶς τιμῶντα, καὶ τῷ πάππῳ τῶν ὀρφανῶν τὴν ὀφειλομένην ἀποσώζοντα τιμήν, παρασχέσθαι τινὰ βοήθειαν, ὥστε φορητὴν τοῦ λοιποῦ τὴν κτῆσιν αὑτοῖς καταστῆσαι.
Ἀνεπίγραφος, ὑπὲρ καταπονουμένουκαταποιουμένων editi antiqui.