316
Πάνυ πεπεισμένος μηδὲν δεῖσθαι γραμμάτων τοὺς πρὸς τὴν σὴν χρηστότητα ἀφικομένους, διὰ τὸ πλεῖον ποιεῖν ἐκ τῆς τοῦ τρόπου καλοκἀγαθίας ἢ ὅσον ἄν τις παρακαλέσας προτρέψαιτό σε πρὸς τὸ ἀγαθόν, ὅμως, διὰ τὸ καθʼ ὑπερβολὴν φροντίζειν τοῦ υἱοῦ τοῦδε, ἐπιστεῖλαι τῇ καθαρᾷ σου καὶ ἀδόλῳ ψυχῇ προήχθην, συνιστῶν σοι τὸν ἄνδρα, καὶ παρακαλῶν, ἐν οἷς ἂν ᾖ δυνατόν, παρασχέσθαι αὐτῷ εἰς τὰ προκείμενα τὴν κατὰ δύναμίν σοι ἐπικουρίαν. ὅτι δὲ οὐδενὸς ἑτέρου δεηθήσεται προστάτου, σοῦ καταξιώσαντος πάσῃ δυνάμει ἣν ἔδωκέ σοι ὁ Κύριος χρήσασθαι εἰς τὴν ὑπὲρ αὐτῷ προστασίαν, ἀκριβῶς ἐπίσταμαι.
Ἀνεπίγραφος, ὑπὲρ ἐνδεοῦς
317
Σπανίας ἡμῖν τὰς πρὸς τὴν σὴν τιμιότητα κατασκευάζει ἐπιστολὰς τὸ σπάνιον τῶν αὐτόθιοὐτόθεν Coisl. sec., Regius sec. ἀποκρίσεων. δεῖγμα γὰρ ποιούμεθα τοῦom. E. ὄχλον ἡμῶν τὸ γράμμα φέρειν τῇ τιμιότητί σου, τὸ μὴ δέχεσθαι ἐφʼ οἷς ἂν ἑκάστοτε γράφομενγράφωμεν Med. et duo MSS. τὰς ἀποκρίσεις. πάλιν δὲ εἰς ἑτέραν μεθίστησι διάνοιαν ἡ ἔννοια τοῦ πλήθους τῶν περὶ σὲ πραγμάτων, καὶ συγγνώμην ἔχομεν τῷ τοσαῦτα διὰ χειρὸς ἔχοντι ἐπιλανθανομένῳ ἡμῶν, ὧν οὐδὲ εἰ πᾶσα ἦν σχολὴ καὶ ἡσυχία, διὰ τὸ ταπεινὸν τοῦ βίου μεμνῆσθαι ῥᾴδιον.
317
Σὲ μὲν οὖν ὁ ἅγιοςΘεὸς add. Vat. et Clar. καὶ ἐπὶ μείζονα τῆς περιφανείας ἀγάγοι καὶ τῇ παρούσῃ λαμπρότητι συντηρήσοι τῇ ἑαυτοῦ χάριτι· ἡμεῖς δὲ πᾶσαν πρόφασιν ἀμειβόμεθα γράμμασιν, οὐχ ἥκιστα δὲ τὴν παροῦσαν διὰ τόνδε, ὃν καὶ παρακατατιθέμεθά σοι καὶ ἀξιοῦμεν λαβεῖν τινα αὐτὸν τῆς τῶν γραμμάτων ἡμῶνἡμῖν E. διακονίας αἴσθησιν.
Βασιλείου, ἀνεπίγραφος, ὑπὲρ πατριώτου