24
Τὴν μέντοι περὶ τὰ τέκνα διάθεσιν οὐχὶ λόγῳ νῦν ὀφείλεις δεικνύναι, ὅς γεὅς γε ὥστε C, D. πάλαι ἔδειξας ἀφʼ οὗ πατὴρ ἐγένου, οὐ μόνον τῇ φυσικῇ στοργῇ κεχρημένος, ἣν καὶ τὰ ἄλογα παρέχεται τοῖς ἐκγόνοις, ὡς αὐτός τε εἶπαςεἶπες E. καὶ ἡ πεῖρα δείκνυσιν· ἀλλὰ καὶ ἐπιτείνειν τὴν ἀγάπην, δηλονότι ἐκ προαιρέσεως, ὅσῳ ὁρᾷς τοιαῦτα ὄντα οἷα ἄξια εἶναι πατρικῶν προσευχῶν. ὥστε οὐχ ἡμᾶς δεῖ περὶ τούτων πείθεσθαι, ἀρκοῦσα γὰρ ἡ ἐξ αὐτῶν τῶν γινομένων ἐστὶ μαρτυρία.
24
Ἐκεῖνό γε μὴν οὐκ ἄκαιρον προσθεῖναι τῆς ἀληθείας ἕνεκεν, ὅτι οὐχ ὁ ἀδελφὸς Τιμόθεός ἐστιν ὁ χωρεπίσκοπος ὁ ἀνενεγκὼν ἡμῖν τὰ θρυλγηθέντα. οὔτε γὰρ ἐν συντυχίᾳ οὔτε διὰ γράμματος φαίνεται μικρόν τι ἢ μεῖζον διαβολῆς ἐχόμενον περὶ σοῦ φθεγξάμενος. ὥστε ἀκηκοέναι μέν τι οὐκ ἀρνούμεθα, οὐ μὴν Τιμόθεον εἶναι τὸν τὰς διαβολάς σοι κατασκευάζοντα. ἀκούοντες δὲ πάντως, εἰ μή τι ἄλλο, τὸ γοῦν τοῦ Ἀλεξάνδρου ποιήσομεν, τὴν ἑτέραν τῶν ἀκοῶν ἀκεραίαν ταμιευσόμεθαταμιευόμεθα A, B, F. τῷ διαβαλλομένῳ.
Ἀθανασίῳ ἐπισκόπῳ ἈγκύραςἈθανασίῳ Ἀγκύρας ὥστε φανερῶσαι αὐτῷ πόθεν ἐκινήθη πρὸς τὴν κατ’ αὐτοῦ λύπην C.
25
Ἀπήγγειλάν μοί τινες τῶν ἐκ τῆς Ἀγκύρας πρὸς ἡμᾶς ἀφικομένων, πολλοὶ δὲ οὗτοι καὶοὕς add. A. B, C, D, F. οὐδὲ ἀριθμῆσαι ῥᾴδιον, σύμφωνα δὲ πάντες φθεγγόμενοι, σέ, τὴν φίλην κεφαλὴν (πῶς ἂν εὐφήμως εἴποιμι); οὐχ ὡς ἥδιστα μεμνῆσθαι ἡμῶν, οὐδὲ κατὰκατὰom. C, D, F. τὸν σεαυτοῦ τρόπον. ἐμὲ δὲ οὐδὲν ἐκπλήσσει τῶν ἀνθρωπίνων, εὖ ἴσθι, οὐδὲ ἀπροσδόκητός ἐστιν οὐδενὸς τῶν πάντων μεταβολή, πάλαι τὸ τῆς φύσεως ἀσθενὲς καὶ τὸ εὐπερίτρεπτον πρὸς τὰ ἐναντία καταμαθόντα. ὅθεν οὔτʼ εἴ τι τῶν ἡμετέρων μεταπέπτωκε, καὶ ἐκ τῆς πρότερον τιμῆς λοιδορίαι καὶ ὕβρεις περὶ ἡμᾶς νῦν γίνονται,ἐγγίνονται E. μέγα τοῦτο ποιοῦμαι. ἀλλʼ ἐκεῖνό μοιτὴν πρώτην add. C. D, F. παράδοξον ὡς ἀληθῶς καὶ ὑπερφυὲς ἐφάνη, τὸ σὲ εἶναι τὸν οὕτω πρὸς ἡμᾶς ἔχοντα, ὥστε ὀργίζεσθαι ἡμῖν καὶ χαλεπαίνειν, ἤδη δέ τι καὶ ἀπειλεῖν, ὡς ὁ τῶν ἀκουσάντων λόγος.