320
Ἐπεὶ οὖν ἐπάνεισι, τῶν τε τοῦ ἀέρος ὀχληρῶν καὶ τῆς τῶν ἀνδρῶν μοχθηρίας ἀπαλλαγείς, ἀσπαζόμεθά σε δι’ αὐτοῦ, παρακαλοῦντες μεμνῆσθαι ἡμῶν ἐπὶ τῶν προσευχῶν (πολλῆς γὰρ τῆς ἐκ τῶν εὐχῶν βοηθείας δεόμεθα), καὶ ἅμα σημαίνομεν, ὅτι οἱ ὑπεύθυνοι καταλειφθέντες πρὸς τὴν τοῦ ὀφλήματος ἔκτισιν παρὰ τοῦ μακαρίου ἐπισκόπου, ἐπιμνησθέντος ἐν ταῖς διαθήκαις αὐτοῦ τε τοῦ χρέους, καὶ ὅθεν προσῆκεν ἐκτισθῆναι, καὶ διὰ τίνων, ὑπεριδόντες τῶν φιλικῶν ὑπομνήσεων τὰς ἐκ τῶν δικαστηρίων ἀνάγκας ἐκδέχονται. διὸ ἄπρακτος ἐπανῆλθεν ὁ ἑταῖροςἕτερος editi antiqui. ἡμῶν, καὶ ταῦτα αὐτὰ ἠξίωσεν αὐτὸν παρʼ ἡμῶν μαρτυρηθῆναι, ὡς μὴ ἀργίας μηδὲ ῥᾳθυμίας ἔγκλημα σχεῖν παρὰ τῇ τιμιότητί σου. ταῦτα μὲν εἰς τοσοῦτον. τὰ δὲ τῶν ἐκκλησιῶν ὅπως ἔχει, εἴτε συγκεχώρηται μένειν ἐπὶ τῆς ὁμοιότητος, εἴτε καὶ πρὸς τὸ χεῖρον ἐκπέπτωκεν, ἢεἴ τε duo MSS. τίνα ἐλπίδα τῆς ἐπὶ τὸ βέλτιον ἔχει μεταβολῆς, γνωρίσαιγνωρίσαις editi antiqui. ἡμῖν διὰ τινὸς τῶν γνησίων ἀδελφῶν καταξίωσον.
Θέκλῃ
321
Τὸ παριππεῦσαν ἔτος κρυμὸς γέγονεγεγένηται Coisl. sec., Regius sec., Vat. τῇ πατρίδι βαρύς, καὶ τὰς βλεφαρίδας τῶν ἀμπέλωντῆς ἀμπέλου Harl. et Med. τὰς ἤδη πρὸς ὠδῖνας λυομέναςom. Harl. ἀνέκοψεν. αἱ δὲ ἀπομείνασαι στεῖραι αὐχμηρὰς καὶ ἀβρόχους τὰς φιάλας ἡμῶν ἐξειργάσαντο. τί δήποτʼ οὖν σοι τὴν τῶν φυτῶν ἀκαρπίαν ἐκτραγῳδῆσαι προήχθημεν; ἵνα γένῃ ἡμῖν, κατὰ τὸν Σολομῶντα, καὶ αὐτὴ ἄμπελος κυπρίζουσα, καὶ κατάκαρπος κληματίς, οὐ βότρυν ἐξανθήσασα, ἀλλὰ τῶν βοτρύων ἐκθλίψασα τοῖς διψῶσι τὴν δρόσον. τίνες δέ εἰσιν οἱ διψῶντες; οἱ τὸν περίβολον τῆς συνόδου τειχίζοντες. τούτουςτούτοις E. ὀρεινῷ μεθύσματι ποτίζειν οὐκ ἔχων ἐγώ, ἐπὶ τὴν πολυστάφυλόν σου κεχώρηκα δεξιάν, ἵνʼ ἡμῖν ἐκ ποταμίας ποταμηδὸν τοὺς σοὺς κελεύσῃς ἐπιρρεῦσαι κρουνούς. τοῦτο γὰρ τάχος ποιήσασα, πολλῶν μὲν στόματα ξηρὰ θεραπεύσεις,στόματα ξηρὰ θεραπεύσεις ἀναπαύσεις ψυχάς Regii utrique Coisl. sec. εὐφρανεῖς δὲ πρῶτον ὡς ἔνι μάλιστα καὶ τὸν ἀττικιστὴν ἐπαίτηνἐπαινέτην E. editi antiqui. ἐμέ.
Ἀνεπίγραφος, ἐπὶ φίλῳ συμπασχάσαι