353
Ἀνέγνων τὸν λόγον, σοφώτατε, καὶ ὑπερτεθαύμακα. ὦ Μοῦσαι, καὶ λόγοι, καὶ Ἀθῆναι, οἷα τοῖς ἐρασταῖς δωρεῖσθεϲ οἵους κομίζονται τοὺς καρπούς, οἱ βραχύν τινα χρόνον ὑμῖν συγγινόμενοιϲ ὦ πηγῆς πολυχεύμονος, οἵους ἔδειξε τοὺς ἀρυομένουσϲ αὐτὸν γὰρ ἐδόκουντὸν δύσκολον add. Harl. ὁρᾷν ἐν τῷ λόγῳ λάλῳ συνόντα γυναίῳ. ἔμπνουν γὰρ λόγον ἐπὶ χθονὸς Λιβάνιος ἔγραψεν, ὃς μόνος τοῖς λόγοις ψυχὴν ἐχαρίσατο.
Λιβάνιος Βασιλείῳ
354
Νῦν ἔγνων εἶναι ὃ λέγομαι· Βασιλείου γάρ με ἐπαινέσαντος, κατὰ πάντων ἔχω τὰ νικητήρια. καὶ τὴν ψῆφον δεξαμένῳδεξάμενος E. Med. τὴν σὴν ἔπεστί μοι βαδίζειν μετὰ σοβαροῦ τοῦ βαδίσματος, οἷά τις ἀλαζὼν τοὺς πάντας περιφρονῶν. ἐπεὶ οὖν καὶ σοὶ κατὰ μέθης λόγος πεπόνηται, βουλόμεθα τούτῳ περιτυχεῖν. ἀλλὰ κομψὸν μέν τι λέγειν οὐκ ἐθέλω. ὁ δὲ λόγος ὀφθεὶς διδάξει με τὴν τοῦ λέγεινλόγου editi antiqui. τέχνην.
Λιβάνιος Βασιλείῳ
355
Ἆρα, Βασίλειε, μὴ τὰς Ἀθήνας οἰκεῖς, καὶ λέληθας σεαυτόν; οὐ γὰρ τῶν Καισαρέων οἱ παῖδες ταῦτα ἀκούειν ἠδύναντο. ἡ γλῶττα γάρ μοι τούτων ἐθὰς οὐκ ἦν· ἀλλʼ ὥσπερεί τινα κρημνὸν διοδεύοντος, πληγεῖσα τῇ τῶν ὀνομάτων καινοτομίᾳ, ἐμοί τε τῷ πατρὶ ἔλεγε· Πάτερ, οὐκ ἐδίδαξας· Ὅμηρος, οὗτος ἀνήρ, ἀλλὰ Πλάτων, ἀλλʼ Ἀριστοτέλης, ἀλλὰ Σουσαρίων,Σουδαρίων Med. ὁ τὰ πάντα ἐπιστάμενος. καὶ ταῦτα μὲν ἡ γλῶττα. σὲ δὲ εἴη, Βασίλειε, τοιαῦτα ἡμᾶς ἐπαινεῖν.
Βασίλειος Λιβανίῳ
356
Δεχομένοις μὲν ἡμῖν ἃ γράφεις, χαρά· ἀπαιτουμένοις δὲ πρὸς ἃ γράφεις ἀντεπιστέλλειν, ἀγών. τί γὰρ ἂν εἴποιμεν πρὸς οὕτως ἀττικίζουσαν γλῶτταν, πλὴν ὅτι ἁλιέων εἰμὶ μαθητής; ὁμολογῶ καὶ φιλῶ.
Λιβάνιος Βασιλείῳ
357
Τί παθὼν Βασίλειος ἐδυσχέρανεν τὸ γράμμα, τῆς φιλοσοφίας τὸ γνώρισμα; παίζειν παρʼ ὑμῶν ἐδιδάχθημεν· ἀλλʼ ὅμως τὰ παίγνια σεμνὰ καὶ οἱονεὶ πολιᾷ πρέποντα. ἀλλὰ πρὸς τῆς φιλίας αὐτῆς καὶ τῶν κοινῶν διατριβῶν, λῦσόν μοι τὴν ἀθυμίαν, ἥν μοι ἔτεκεν ἡ ἐπιστολὴ... ... οὐδὲν διαφέρουσα.
Λιβάνιος Βασιλείῳ