363
Τῷ δεσπότῃ μου, τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ, Ἀπολιναρίῳ, Βασίλειος. διημάρτομεν τῶν προφάσεων, δι’ ὧν ἐνῆν προσειπεῖν σου τὴν εὐλάβειαν, καίτοιγε ἡδέως ἂν ἐπὶ τοῖς γράμμασιν ἐκείνοις ἐπιστείλαντες. σὲ γὰρ ἐν σιωπῇ κατέχειν τὴν ἡδονὴν ἐπʼ ἐκείνοις ἥσθημεν. ὄντως γὰρ ἡμῖν ἔδοξας οἶος πεπνύσθαι· τῶν ἑρμηνευόντων δὲ σκιαὶ ἀΐσσουσιν· οὕτως ἐπʼ ἀσφαλοῦς τῆς διανοίας τὴν ἐξήγησιν ἄγων. καὶ νῦν δὴ πλέον ὁ ἔρως τῆς γνώσεως τῶν θείων λογίων ἅπτεται τῆς ψυχῆς μου. προβαλεῖν μὲν οὖν σοι τῶν ἀπορουμένων τινὰ ἀποκνῶ, μὴ δοξῶ πέρα τοῦ μέτρου ἐμφορεῖσθαι τῆς παρρησίας. σιωπᾷν δὲ πάλιν οὐ καρτερῶ, ὠδίνων καὶ ἔτι προσλαβεῖν ἐφιέμενος. ἄριστον οὖν μοι κατεφάνη πυθέσθαι σου, πότερον ἐφίης ἡμῖν, ὦ θαυμάσιε, ἐρωτᾷν τι τῶν ἀπορουμένων, ἢ χρὴ τὴν ἡσυχίαν ἄγειν. ὁπότερον δʼ ἂν ἀποκρίνῃ, τοῦτο φυλάξομεν τοῦ λοιποῦ. ἐρρωμένον τε καὶ εὔθυμον καὶ ὑπερευχόμενον ἔχοιμέν σε διαπαντός.
Βασιλείῳ Ἀπολινάριος
364
Τῷ δεσπότῃ μου, τῷ ποθεινοτάτῳ ἀδελφῷ, Βασιλείῳ, Ἀπολινάριος ἐν Κυρίῳ χαίρειν. ποῦ μὲν ἤμην αὐτός, δέσποτα, ποῦ δὲ ἡ ποθεινοτάτη φωνὴ καὶ γράμμα τὸ σύνηθες; τί δὲ οὐ παρὼν ἀμύνεις, ἢ καὶ ἀπὼν παρακελεύεις, πολέμου τοσούτου κατὰ τῆς εὐσεβείας ἐρρωγότος, καὶ ἡμῶν οἷον ἐν μέσῃ παρατάξει βοώντων πρὸς τοὺς ἑταίρους διὰ τὴν ἐκ τῶν πολεμίων βίαν; σὲ δέ, οὐδʼ ὅπως ἂν ζητήσωμεν, ἔχομεν, ἐπεὶ μηδὲ οὗ τυγχάνεις διατρίβων εὑρίσκομεν. ἀλλʼ ἐζήτησα μὲν ἐν τῇ Καππαδοκῶν, ἐπεὶ καὶ οὕτως ἤγγελλον οἱ ἐν Πόντῳ σοι περιτυχόντες, ἐπηγγέλθαι σε θᾶττον ἐπανήξειν· οὐχ εὗρον δὲ ἔνθα ἤλπιζον. νῦν δὲ ἔτι σε κατὰ τὴν αὐτὴν διάγοντα χώραν ἀκούσας, εὐθὺς τῷ μηνυτῇ καὶ τὸ γράμμα ἐνεχείρησα. ὅπερ δεξάμενος, μὴ καὶ τοῦ ἀντιγράφειν ἀπόσχῃ, ὡς καὶ τούτου συναποδημοῦντος.