365
Πάθος ἀπήντησε τῇ καθʼ ἡμᾶς χώρᾳ, οὐκ ἐκ σωματικῆς περιπετείας, ἀλλʼ ἐξ ὑδάτων ἐπιρρύσεως. πόθεν δὲ τοῦτο, δηλώσω. γέγονε καταβολὴ χιόνων πολλὴ τῇ καθʼ ἡμᾶς λίμνῃ. μήπω δὲ αὐτῆς κρυσταλλωθείσης, ἐπιγίνεται πνεῦμα θερμόν, καὶ ὄμβρος νότιος συμπίπτει αὐτῇ. ἀθρόας οὖν γενομένης τῆς τήξεως, ἀνείκαστα ἐκινήθη ῥεύματα ἀεννάῳ ποταμῷ συνεπιμιγνύμενα τῷ Ἅλυι, ἐναύλῳ τε ὄντι, ὑπερβαίνοντα γλώσσῃ καὶ ὀφθαλμῷ. οὗτος ὁ λαχὼν ἡμῖν γείτων ποταμός· ἐκβλύζων μὲν ἐκ τῆς τῶν Ἀρμενίων, ἐμβιβαζόμενος δὲ ἐν τῇ ἱερωτάτῃ λίμνῃ τῶν Σεβαστηνῶν, εἰς ἣν οἱ φερώνυμοι καὶ γενναῖοι τεσσαράκοντα τοῦ Χριστοῦ στρατιῶται βορέου δεινοῦ πνεύσαντος ἐνεπάρησαν. κἀκεῖθεν (δέξαι με τὸ ἀληθὲς λέγοντα, κράτιστε) οὗτος ὁ περικυκλῶν ἡμᾶς ὥσπερ ἔθνος πολέμιον τῶν φοβερῶν οὐ μικρῶς ἡμᾶς ἐκφοβεῖ. ποσὶ γὰρ μηδέποτε περαιούμενος κατά τινα χρόνον ἢ τρόπον, τὰς ἀναγκαίας ἡμῖν καὶ λυσιτελεῖς πατρίδας οὐ συγχωρεῖ διακομίζειν τὰ ἐμπορευόμενα ἐπιτήδεια. λέγω δὴ τῶν Γαλατῶν καὶ Παφλαγόνων καὶ Ἑλληνοποντίων, δι’ ὧν καὶ ἐξ ὧν τὰ ἀναγκαῖα ἡμῖν πρόσεστι, μάλιστα ἡ τοῦ ἄρτου δαψίλεια, κρυμώδους οὔσης τῆς περικύκλῳ γῆς, καὶ ἐκ τοῦ περιέχοντος ἀέρος, ἐκ τῆς ἀστραποβροντοχαλαζορειθροδαμάστου ὀργῆς δεσμουμένης. οὐ μικρὸν δὲ ἀπειλεῖ καὶ ἡ τοῦ πατρίου ἄλγους Ἀργέου ὑπεροψία.