26
Καὶ ἔτι μειζόνως τῷ Θεῷ δουλεύειν παρακαλοῦμεν, προσθήκαις ἀεὶ τὸν φόβον συναύξοντα καὶ εἰς τὸ τέλειονἀεὶ add. E. F. προκόπτοντα, ἵνα φρόνιμοι οἰκονόμοι τῆς ζωῆς ἡμῶν ἀποδειχθῶμεν, εἰς ἣν ἡμᾶς ἡ ἀγαθότης τοῦ Θεοῦ ἐταμιεύσατο. εἰ γὰρ καὶ πᾶσιν ἡμῖν πρόσταγμά ἐστι παραστῆσαι ἑαυτοὺς τῷ Θεῷ, ὡσεὶ ἐκ νεκρῶν ζῶντας, πῶς οὐχὶ μᾶλλον τοῖς ὑψωθεῖσιν ἐκ τῶν πυλῶν τοῦ θανάτου; τοῦτο δʼ ἂν μάλιστα, ὡς ἐμαυτὸν πείθω, κατορθωθείη, εἰ βουληθείημεν ἀεὶ τὴν αὐτὴν ἔχειν διάνοιαν, ἣν εἴχομενἔχομεν C, D, E. ἐπὶ τοῦ καιροῦ τῶν κινδύνων. πάντως γάρ που εἰσῄει ἡμᾶς τοῦ βίου τὸ μάταιον, καὶ ὡς οὐδὲν πιστὸν τῶν ἀνθρωπίνων, οὔτεοὐδὲ E, F. πάγιον, οὕτω ῥᾳδίως ἐχόντων τὰς μεταπτώσεις. καί πού τις μεταμέλεια μὲν ἔκ τε τῶν εἰκότων ἐνεγίνετο ἡμῖν, ἐπὶ τοῖς φθάσασιν ὑπόσχεσιςὑποσχέσεις B, D. δὲ περὶ τῶν ἐφεξῆς, εἰ περισωθείημεν, Θεῷ δουλεύεινδουλεύσειν F. καὶ ἑαυτῶν ἐπιμέλεσθαιἐπιμελέσεσθαι E, F. κατὰ πᾶσαν ἀκρίβειαν. εἰ γάρ τινα ἡμῖν ἔννοιαν ὁ τοῦ θανάτου κίνδυνος ἐπικείμενος ἐνεδίδου, οἶμαί σε ἢ ταῦτα ἢ ἐγγύταταἐγγυτάτῳ B. τούτων ἀναλογίζεσθαι τηνικαῦτα.
26
Ὥστε ἀναγκαίου ὀφλήματος ἐκτίσει ὑπεύθυνοι καθεστήκαμεν. ταῦτα ὁμοῦ μὲν περιχαρὴς ὢν τῇ τοῦ Θεοῦ δωρεᾷ, ὁμοῦ δὲ καὶ φροντίδα ἔχων περὶὑπὲρ C, D. τῶν μελλόντων, ἀπεθάρσησα ὑπομνῆσαι τὴν τελειότητά σου. σὸν δέ ἐστιν εὐμενῶς καὶ ἡμέρως προσέσθαι ἡμῶν τοὺς λόγους, ὡς καὶ ἐν ταῖς κατʼ ὀφθαλμοὺς ὁμιλίαις σοὶ ἦνσοὶ ἦνom. C, D. σύνηθες.
Εὐσεβίῳ ἐπισκόπῳ Σαμοσάτων
27
Ὅτε τῇ τοῦ Θεοῦ χάριτι καὶ τῇ βοηθείᾳ τῶν σῶν προσευχῶν μικρὸν ἀναφέρειν ἐκ τῆς ἀῤῥωστίας ἔδοξα καὶ ἀνελεξάμην ἐμαυτοῦ τὰς δυνάμεις, τότε ὁ χειμὼν ἐπεγένετο, οἴκοι καθείργων ἡμᾶς καὶ κατὰ χώραν μένειν συναναγκάζων. εἰ γὰρ καὶ πολλῷ κουφότερος τῆς συνηθείας ἀπήντησεν, ἀλλʼ οὖν ἔμοιγε ἱκανὸς εἰς ἐμπόδιον, οὐχ ὅπως ὁδοιπορεῖν δι’ αὐτοῦ,ἐμαυτοῦ A, B, C, D, E. ἀλλʼ οὐδὲ μικρὸν προκύπτειν τοῦ δωματίου δύνασθαι.