27
Ἔστι δέ μοι οὐδὲ τοῦτο μικρόν, τὸ καταξιοῦσθαι διὰ γραμμάτων ὁμιλεῖν τῇ θεοσεβείᾳ σου, καὶ τῇ ἐλπίδι τῶν ἀντιδόσεων ἤδη προαναπαύεσθαι. εἰ δὲ καὶ ὁ καιρὸς ἐνδοίη, καὶ τῆς ζωῆς ἡμῖν ἔτι λείποιτο χρόνος, καὶ μὴ ἄπορον ἡμῖν τὴν ὁδὸν ὁ λιμὸς ἀπεργάσαιτο, ταχὺ ἂν τύχοιμεν τῆς ἐπιθυμίας διὰ τῶν σῶν προσευχῶν· καὶ ἐπὶ τῆς ἑστίας σε καταλαβόντες κατὰ πᾶσαν σχολὴν τῶν μεγάλων θησαυρῶν τῆς ἐν σοὶ σοφίας ἐμφορηθείημεν.
Τῇ ἐκκλησίᾳ Νεοκαισαρείας παραμυθητική
28
Ἀπῄτει μὲν τὰ συμβάντα τὴν ἡμῶν αὐτῶν παρουσίαν, τοῦ τε τὴν τιμὴν τῷ μακαρίῳ τοῖς οἰκειοτάτοις ὑμῖν συνεκπληρῶσαι, καὶ τοῦ τῆς ἐπὶ τῷ πάθει κατηφείας ἀπʼἐπʼ E, F. αὐτῆς τῆς θέας τῶν σκυθρωποτέρων συμμετασχεῖν, καὶ ὥστε τῶν ἀναγκαίων βουλευμάτων ὑμῖν κοινωνῆσαι. ἐπεὶ δὲ τὴν σωματικὴν συνάφειαν πολλὰ τὰ διακωλύοντα, λειπόμενον ἦν διὰ τοῦ γράμματος κοινωνεῖν ὑμῖν τῶν παρόντων.
28
Τὰ μὲν οὖν τοῦ ἀνδρὸς θαύματα, ἐφʼ οἷς καὶ μάλιστα τὴν ζημίαν ἡμῖν ἀφόρητον ὑπάρχειν λογιζόμεθα,λογίζεσθαι editi; λογιζόμεθα A, B, C, D, F. οὔτʼ ἂν ἐπιστολῆς μέτρον ὑποδέξαιτο, καὶ ἄλλως ἄωρον ἀνδραγαθημάτων πλήθει τὸν λόγον προσάγειν,προάγειν A, B. οὕτω συμπεπτωκυίας τῆς ψυχῆς ἡμῶν ἐπὶ τῇ λύπῃ. τί γὰρ τῶν ἐκείνου τοιοῦτον, οἷον ἢ τῆς μνήμης ἡμῶν ἐκπεσεῖν ἢ σιωπᾶσθαι ἄξιον νομισθῆναι; πάντα μὲν γὰρ ἀθρόως εἰσάπαξ εἰπεῖν ἀμήχανον, τὸ δὲ ἐκ μέρους λέγειν, δέδοικα μὴ προδοςλογίζεσθαι editi; λογιζόμεθα A, B, C, D, F.ίαν ἔχῃ τῆς ἀληθείας. οἴχεται ἀνὴρ διαφανέστατα δὴ τῶν καθʼ ἑαυτὸν πᾶσιν ὁμοῦ τοῖς ἀνθρωπίνοιςἀνθρώποις B. ὑπερενεγκὼνὑπενεγκὼν B, E. ἀγαθοῖς, ἔρεισμα πατρίδος, ἐκκλησίων κόσμος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας, στερέωμα τῆς εἰς Χριστὸν πίστεως, οἰκείοις ἀσφάλεια, δυσμαχώτατος τοῖς ὑπεναντίοις, φύλαξ πατρῴων θεσμῶν, νεωτεροποιίας ἐχθρός· ἐν ἑαυτῷ δεικνὺς τὸ παλαιὸν τῆς Ἐκκλησίας σχῆμα, οἷον ἀπό τινος ἱεροπρεποῦς εἰκόνος, τῆς ἀρχαίας καταστάσεως, τὸ εἶδος τῆς ὑπʼ αὐτὸν ἐκκλησίας διαμορφῶν, ὥστε τοὺς αὐτῷ συγγενομένους τοῖς πρὸ διακοσίων ἐτῶν καὶ ἐπέκεινα φωστήρων τρόπον ἐκλάμψασι συγγεγονέναι δοκεῖν.