29
Πέπτωκεν ἀνήρ, στῦλος τῷ ὄντι καὶ ἑδραίωμα τῆς Ἐκκλησίας·Ἐκκλησίας ἀληθείας C, D. μᾶλλον δὲ αὐτὸς μὲν πρὸς τὴν μακαρίαν ζωὴν ἀρθεὶς ἀφʼ ἡμῶν οἴχεται· κίνδυνος δὲ οὐ μικρός, μὴμήποτε F. πολλοὶ τῷ ἐρείσματι τούτῳ ὑπεξαιρεθέντι συγκαταπέσωσι, καὶ τὰ σαθρά τινων φανερὰ γένηται. κέκλεισται στόμα παῤῥησίας τε δικαίας καὶ λόγουςλόγοις A, B, E, F. χάριτος ἐπʼ οἰκοδομῇ τῆς ἀδελφότητος βρύον. οἴχεται δὲ φρενὸς βουλεύματα, τῆς ὄντως ἐν Θεῷ κινουμένης. ὦ ποσάκις μοι (κατηγορήσω γὰρ ἐμαυτοῦ) ἐπῆλθεν ἀγανακτῆσαι κατὰ τοῦ ἀνδρός, ὅτι ὅλοςSic omnia MSS.; ὅλως editi. γενόμενος τῆς ἐπιθυμίας τοῦ ἀναλῦσαιἀναχωρῆσαι F. καὶ σὺν Χριστῷ εἶναι, τὸ ἐπιμεῖναι ἐνἐνom. E, F. τῇ σαρκὶ οὐ προετίμησε δι’ ἡμᾶς. πρὸς τίνα λοιπὸν τὰς φροντίδας τῶν ἐκκλησίωνἐκκλησιαστικῶν A, B. ὑπερθώμεθα; τίνα κοινωνὸν τῶν λυπηρῶν λάβωμεν; τίνα μεριστὴν τῆς εὐφροσύνης; ὢ τῆς δεινῆς ὄντως καὶ σκυθρωπῆς ἐρημίας. πῶς ἀκριβῶς ὡμοιώθημεν πελεκᾶνι ἐρημικῷ;
29
Ἀλλὰ μὴν τά γε συναφθέντα μέλη τῆς Ἐκκλησίας, οἷον ὑπὸ ψυχῆς τινός, τῆς ἐκείνου προστασίας, εἰς μίαν συμπάθειαν καὶ ἀκριβῆ κοινωνίαν συναρμοσθέντα, καὶ φυλάσσεται διὰ τοῦ συνδέσμου τῆς εἰρήνης πρὸς τὴν πνευματικὴν ἁρμολογίαν παγίως, καὶ φυλαχθήσεται εἰς ἀεί,εἰσαεί D. τοῦτο τοῦ Θεοῦ χαριζομένου, ἑδραῖα μένειν καὶ ἀμετακίνητα τῆς μακαρίας ἐκείνης ψυχῆς τὰ ἔργα, ὅσα ἐνήθλησε ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ. πλὴν ἀλλʼ ὁ ἀγὼν οὐ μικρός, μή τινες πάλιν ἔριδεςἔρις E. καὶ διχοστασίαι, ἐπὶ τὴν ἐκλογὴν τοῦ προστατοῦντοςμεταστάντος C, D. ἀναφθεῖσαι, πάντα ὁμοῦ τὸν κόπον ἐκ τῆς τυχούσης ἔριδος ἀνατρέψωσιν.
Εὐσεβίῳ ἐπισκόπῳ Σαμοσάτων