34
Πῶς ἂν σιωπήσαιμεν ἐπὶ τοῖς παροῦσιν; ἤ, τοῦτο καρτερεῖν μὴ δυνάμενοι, ἄξιόν τινα λόγον τῶν γινομένων εὕροιμεν, ὥστε μὴ στεναγμῷ προσεοικέναι τὴν φωνὴν ἡμῶν, ἀλλὰ θρήνῳ τοῦ κακοῦ τὸ βάρος ἀρκούντως διασημαίνοντι; οἴχεται ἡμῖν καὶ ἡ Ταρσός. καὶ οὐ τοῦτο μόνον δεινόν, καίπερ ἀφόρητον ὄν· ἔστι γὰρ τούτου χαλεπώτερον πόλιν τοσαύτην, οὕτως ἔχουσαν εὐκαιρίας,εὐκληρίας A, B, C, D, E, corr. from εὐκαιρίας F. ὥστε Ἰσαύρους καὶ Κίλικας, Καππαδόκας τε καὶ Σύρους δι’ ἑαυτῆς συνάπτειν, ἑνὸς ἢ δυοῖνδυεῖν E, F. ἀπονοίας ἀνθρώπων ὀλέθρου γενέσθαι πάρεργον, μελλόντων ὑμῶνἡμῶν A, B, corr. from ὑμῶν alia m. F. καὶ βουλευομένων καὶ πρὸς ἀλλήλους ἀποσκοπούντων. κράτιστον οὖν, κατὰ τὴν τῶν ἰατρῶν ἐπίνοιαν (πάντως δέ μοι πολλὴ ἀφθονία, διὰ τὴν σύνοικον ἀῤῥωστίαν, τῶν τοιούτων παραδειγμάτων), οἳ ἐπειδὰν τὸ τῆς ὀδύνης μέγεθος ὑπερβάλῃ, ἀναισθησίαν τῶν πόνωντῶν πόνων τῇ ἐπινοίᾳ C, D. ἐπιτεχνῶνται τῷ κάμνοντι, καὶ ταῖς ἡμετέραιςἡμῶν C, D. αὐτῶν ψυχαῖς, ὡς μὴ ταῖς φορήτοις ὀδύναις συνέχεσθαι, ἀναλγησίαν τῶν κακῶν συνεύξασθαι. οὐ μὴν ἀλλὰ καίπερ οὕτως ἀθλίως ἔχοντες, μιᾷ παραμυθίᾳ κεχρήμεθα, πρὸς τὴν σὴν ἀπιδεῖν ἡμερότητα, καὶ ἐκ τῆς σῆς ἐννοίας καὶ μνήμης πραῧναι τῆς ψυχῆς τὸ λυπούμενον. ὥσπερ γὰρ τοῖς ὀφθαλμοῖς, ἐπειδάν ποτε συντόνως τὰ λαμπρὰ καταβλέψωσι, φέρει τινὰ ῥᾳστώνην πρὸς τὰ κυανὰ καὶ χλοάζοντα τῶν χρωμάτων ἐπανελθεῖν, οὕτω καὶ ταῖς ἡμετέραις ψυχαῖς, οἷονοἷαν F. πραεῖά τις ἐπαφὴ τὸ ὀδυνηρὸν ἐξαιροῦσα, ἡ μνήμη τῆς σῆς πραότητος καὶ ἐμμελείας ἐστί· καὶ μάλιστα ὅταν ἐνθυμηθῶμεν ὅτι τὸ κατὰ σεαυτὸν ἅπαν ἐπλήρωσας. ἐξ ὧν ἱκανῶς καὶ ἡμῖν τοῖς ἀνθρώποις, ἐὰν εὐγνωμόνως τὰ πράγματα κρίνωμεν, ὡς οὐδὲν ἐκ τῆς σῆς αἰτίας ἀπόλωλεν ἐνεδείξω, καὶ παρὰ Θεῷ τῆς τῶν καλῶν προθυμίας μέγαν σεαυτῷ τὸν μισθὸν κατεκτήσω. χαρίσαιτο δέ σε ἡμῖν καὶ ταῖς ἑαυτοῦ ἐκκλησίαις ὁ Κύριος, ἐπʼ ὠφελείᾳ τοῦ βίου καὶ διορθώσει τῶν ψυχῶν ἡμῶν, καὶ καταξιώσειε πάλιν τῆς ἐπωφελοῦς συντυχίας σου.
Ἀνεπίγραφος, ὑπὲρ Λεοντίου