35
Περὶ πολλῶν μὲν ὡς διαφερόντων μοι ἐπέστειλά σοι, περὶ πλειόνων δὲ καὶ ἐπιστελῶ. οὔτε γὰρ τοὺς δεομένους ἐπιλιπεῖν δυνατόν, οὔτε ἡμᾶς ἀρνεῖσθαι τὴν χάριν οἷόν τε. οὐ μήν ἐστί τις οἰκειότερός μοι, οὔτε μᾶλλον ἀναπαῦσαί με ἐφʼ οἷς ἂν εὖ τι πάθοιπάθοιμι E. δυνάμενος, τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Λεοντίου. οὗ τὴν οἰκίαν οὕτω διάθες, ὡς ἂν εἰ αὐτὸν ἐμὲ καταλάβοις,καταλάβῃς C, D. μὴμὴom. C, D. ἐν τῇ πενίᾳ ταύτῃ, ἐν ᾗ νῦν εἰμὶ σὺν Θεῷ, ἀλλʼ εὐπορίας τινὸς ἐπειλημμένον καὶ ἀγροὺς κεκτημένον. δῆλον γὰρ ὅτι οὐκ ἂν ἐποίησάς με πένητα, ἀλλʼ ἐφύλαξας ἂν τὰ παρόντα, ἢ ἐπέτεινας τὴν εὐπορίαν. τοῦτο οὖν ποιῆσαί σεσοι E. καὶ ἐν τῇ προειρημένῃ μοι οἰκίᾳ τοῦ ἀνδρὸς παρακαλοῦμεν. μισθὸς δέ σοι ὑπὲρ πάντων ὁ συνήθης παρʼ ἐμοῦ, εὐχὴ πρὸς τὸν ἅγιον Θεὸν ὑπὲρ ὧν κάμνεις, καλός τε καὶ ἀγαθὸς ὢν καὶ προλαμβάνων τὰς αἰτήσεις τῶν δεομένων.
Ἀνεπίγραφος, ἐπὶ ἐπικουρίᾳ
36
Ὁ πρεσβύτερος τοῦ χωρίου τοῦδε, οἶμαι, ὅτι πάλαι ἔγνωσται τῇ εὐγενείᾳ σου, ὅτι ἐστὶν ἐμοὶ σύντροφος. τί οὖν ἄλλο δεῖ με εἰπεῖν πρὸς τὸ δυσωπῆσαί σου τὴν χρηστότητα, οἰκείως αὐτὸν ἰδεῖν καὶ βοηθῆσαι αὐτῷ εἰς τὰ πράγματα; εἰ μὲν γὰρ ἐμὲ ἀγαπᾷς, ὥσπερ οὖν ἀγαπᾷς, δηλονότι καὶ οὓς ἀντʼ ἐμαυτοῦ ἔχω ἀναπαῦσαι πάσῃ δυνάμει προαιρῇ. τί οὖν ἐστὶν ὃ παρακαλῶ; φυλαχθῆναι αὐτῷ τὴν παλαιὰν ἀπογραφήν. καὶ γὰρ καὶ κάμνει οὐ μετρίως ἡμῖν ὑπηρετῶν πρὸς τὸν βίον διὰ τὸ ἡμᾶς, ὡς αὐτὸς ἐπίστασαι, μηδὲν κεκτῆσθαι ἴδιον, ἀλλὰ τοῖς τῶν φίλων καὶ συγγενῶν ἀρκεῖσθαι.κεῖσθαι E. ὡς οὖν ἐμὸν οἶκον, μᾶλλον δὲ ὡς ἑαυτοῦ, οὕτω θέασαι τὸν τοῦ ἀδελφοῦ τοῦδε· καὶ ἀντὶ τῆς εἰς αὐτὸν εὐποιίας παρέξει Θεὸς καὶ σοί, καὶ οἴκῳ, καὶ γένει παντί σου τὴν συνήθησυνήθηom. C, D. βοήθειαν.συνήθη βοήθειαν συνήθειαν E. γίνωσκε δέ μοι πάνυ ἐπιμελὲς εἶναι μηδὲν ἐκ τῆς ἐξισώσεως ἐπηρεασθῆναι τὸν ἄνθρωπον.
Ἀνεπίγραφος, ὑπὲρ συντρόφου