37
Ὑφορῶμαι λοιπὸν τῶν ἐπιστολῶν τὸ πλῆθος. βιαίως μέν, καὶ μὴ φέρων τὴν ἐπάχθειαν τῶν ἀπαιτούντων ἡμᾶς, ἐκφωνεῖν ἀναγκάζομαι· γράφω δʼ οὖν ὅμως, ἄλλον ἀπαλλαγῆς τρόπον ἐπινοεῖν οὐκ ἔχων, ἢ διδοὺς αὐτοῖς τὰς ἐπιστολὰς αἰτοῦσιν ἑκάστοτε παρʼ ἡμῶν. φοβοῦμαι τοίνυν μή, ἐπειδὴ πολλοὶ προσκομίζουσι γράμματα, εἶς τῶν πολλῶν νομισθῇ καὶ ὁ ἀδελφὸς ὁ δεῖνα. ἐγὼ γὰρ πολλοὺς φίλους καὶ συγγενεῖς ἔχειν ἐπὶ τῆς πατρίδος ὁμολογῶ, καὶ αὐτὸς εἰς τὴν πατρικὴν τάξιν τετάχθαι, διὰ τὸ σχῆμα τοῦτο εἰς ὃ ἔταξεν ἡμᾶς ὁ Κύριος. σύντροφον δὲ τῆς θρεψαμένης με υἱὸν τοῦτον ἔχω ἕνα, καὶ εὔχομαι τὸν οἶκον ἐν ᾧ ἀνετράφην ἐπὶ τῆς ὁμοίας καταστάσεως διαμεῖναι, ἵνα μή τιτιom. C. ἡ πάντας εὐεργετοῦσα ἐπιδημία τῆς σῆς κοσμιότητος ἀφορμὴ πρὸς λύπην τῷ ἀνδρὶ γένηται. ἀλλʼ ἐπειδὴ ἔτι καὶ νῦν ἐκ τοῦ αὐτοῦ διατρέφομαι οἴκου, οὐδὲν ἔχων τῶν ἐμαυτοῦ, ἀρκούμενος δὲ τοῖς τῶν ἀγαπητῶν, παρακαλῶ οὕτω φείσασθαι τῆς οἰκίας ᾗ ἐνετράφην, ὡς ἐμοὶ τῆς τροφῆς τὴν χορηγίαν διασώζοντα.διασώζουσαν E. καί σε ὁ Θεὸς ἀντὶ τούτων τῆς αἰωνίου ἀναπαύσεως ἀξιώσειεν.
37
Ἐκεῖνό γε μὴν πάντων ἀληθέστατον γινώσκειν σου τὴν κοσμιότητα βούλομαι, ὅτι τῶν ἀνδραπόδων τὰ πλεῖστα παρʼ ἡμῶν ὑπῆρξεν αὐτῷ μισθὸςμισθὸν C, D. τῆς τροφῆς ἡμῶν, τῶν γονέων ἡμῶν παρασχομένων. ὁ δὲ μισθὸς οὐ παντελής ἐστι δωρεά, ἀλλὰ χρῆσις διὰ βίου. ὥστε ἐάν τι βαρὺ περὶ αὐτὰ γένηται, ἔξεστιν αὐτῷ πρὸς ἡμᾶς ἀποπέμψαι, καὶ ἐσόμεθα ἡμεῖς δι’ ἑτέρας ὁδοῦ ὑπεύθυνοι τελέσμασι καὶ ἀπαιτηταῖς πάλιν γινόμενοι.
Γρηγορίῳ ἀδελφῷ περὶ διαφορᾶς οὐσίας καὶ ὑποστάσεωςSic C, D, E; Γρηγορίῳ ἀδελφῷ in marg. περὶ διαφορᾶς οὐσίας καὶ ὑποστάσεως A, B; πρὸς Γρηγόριον ἀδελφὸν F.