38
Τοῦτο οὖν ἐστὶν ἡ ὑπόστασις, οὐχ ἡ ἀόριστος τῆς οὐσίας ἔννοια, μηδεμίαν ἐκ τῆς κοινότητος τοῦ σημαινομένου στάσιν εὑρίσκουσα, ἀλλʼ ἡ τὸ κοινόν τε καὶ ἀπερίγραπτον ἐν τῷ τινὶ πράγματι διὰ τῶν ἐπιφαινομένων ἰδιωμάτων παριστῶσα καὶ περιγράφουσα· ὡς καὶ τῇ Γραφῇ σύνηθες τὸ τοιοῦτον ποιεῖν, ἐν ἄλλοις τε πολλοῖς, καὶ ἐν τῇ κατὰ τὸν Ἰὼβ ἱστορίᾳ. ἐπειδὴ γὰρ ἔμελλε τὰ περὶ αὐτοῦ διηγεῖσθαι, πρότερον τοῦ κοινοῦτοῦ κοινοῦ φρομ τὸν κοινὸν F. μνημονεύσασα, καὶ εἰποῦσα ἄνθρωπος, εὐθὺς ἀποτέμνει τῷτὸ from τῷ F. ἰδιάζοντι ἐν τῇ προσθήκῃ τοῦ τις. ἀλλὰ τῆς μὲν οὐσίας τὴν ὑπογραφήν, ὡς οὐδὲν φέρουσαν κέρδος πρὸς τὸν προκείμενον τοῦ λόγου σκοπόν, ἐσιώπησε· τὸν δέ τινα διὰ τῶν οἰκείων γνωρισμάτων χαρακτηρίζει, καὶ τόπον λέγουσα καὶ τὰ τοῦ ἤθους γνωρίσματα, καὶ ὅσα τῶν ἔξωθεν συμπαραληφθέντα χωρίζειν αὐτὸν καὶ ἀφιστᾷν ἔμελλεἔμελε E, ἤμελλε D. τῆς κοινῆς σημασίας· ὥστε διὰ πάντων ἐναργῆ τοῦ ἱστορουμένου γενέσθαι τὴν ὑπογραφήν, ἐκ τοῦ ὀνόματος, ἐκ τοῦ τόπου, ἐκ τῶν τῆς ψυχῆς ἰδιωμάτων, ἐκ τῶν ἔξωθεν περὶ αὐτὸν θεωρουμένων. εἰ δὲ τὸν τῆς οὐσίας ἐδίδουἐδήλου E. λόγον, οὐδεμία ἂν ἐγένετο τῶν εἰρημένων ἐν τῇ τῆς φύσεως ἑρμηνείᾳ μνήμη· ὁ γὰρ αὐτὸς ἂν ἦν λόγος, ὃς καὶ ἐπὶ τοῦ Βαλδὰδ τοῦ ΣαυχίτουΑὐχίτου A, B. καὶ Σοφὰρ τοῦ Μινναίου καὶ ἐφʼ ἑκάστου τῶν ἐκεῖ μνημονευθέντων ἀνθρώπων.