38
Ὃν τοίνυν ἐν τοῖς καθʼ ἡμᾶς ἔγνως διαφορᾶς λόγον ἐπί τε τῆς οὐσίας καὶ τῆς ὑποστάσεως, τοῦτον μετατιθεὶς καὶ ἐπὶ τῶν θείων δογμάτων, οὐχ ἁμαρτήσεις. πῶςἁμαρτήσεις. πῶς ἁμάρτης εἴ πως C, D. πῶς ὡς A. τὸ εἶναι τοῦ Πατρός, ὅ τί ποτε ὑποτίθεταί σουσοι C, D. ἡ ἔννοια (πρὸς οὐδὲν γάρ ἐστιν ἀποτεταγμένονὑποτεταγμένον E. νόημα τὴν ψυχὴν ἐπερείδειν, διὰ τὸ πεπεῖσθαι αὐτὸ ὑπὲρ πᾶν εἶναι νόημα), τοῦτο καὶ ἐπὶ τοῦ Υἱοῦ νοήσεις, τοῦτο ὡσαύτως καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ ἁγίου. ὁ γὰρ τοῦ ἀκτίστου καὶ τοῦ ἀκαταλήπτου λόγος, εἷς καὶ ὁ αὐτὸς ἐπί τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματός ἐστιν. οὐ γὰρ τὸ μὲν μᾶλλον ἀκατάληπτόν τε καὶ ἄκτιστον, τὸ δὲ ἧττον. ἐπεὶἐπειδὴ F. δὲ χρὴ διὰ τῶν ἰδιαζόντων σημείων ἀσύγχυτον ἐπὶ τῆς Τριάδος τὴν διάκρισιν ἔχειν, τὸ μὲν κοινῶς ἐπιθεωρούμενον, οἷον τὸ ἄκτιστον λέγω, ἢ τὸ ὑπὲρ πᾶσαν κατάληψιν, ἢ εἴ τι τοιοῦτον, οὐ συμπαραληψόμεθα εἰς τὴν τοῦ ἰδιάζοντος κρίσιν, ἐπιζητήσομεν δὲ μόνον, δι’ ὧν ἡ περὶ ἑκάστου ἔννοια τηλαυγῶς καὶ ἀμίκτως τῆς συνθεωρουμένης ἀφορισθήσεται.