38
Καλῶς οὖν ἔχειν μοι δοκεῖ οὕτως ἀνιχνεῦσαι τὸν λόγον. πᾶν ὅπερ ἂν εἰς ἡμᾶς ἐκ θείας δυνάμεως ἀγαθὸν φθάσῃ, τῆς πάντα ἐν πᾶσινἐν πᾶσινom. C, D. ἐνεργούσης χάριτος ἐνέργειαν εἶναί φαμεν· καθώς φησιν ὁ ἀπόστολος, ὅτι Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. ζητοῦντες δὲ εἰ ἐκ μόνου τοῦ ἁγίου Πνεύματος ἡ τῶν ἀγαθῶν χορηγία τὴν ἀρχὴν λαβοῦσα οὕτω παραγίνεται τοῖς ἀξίοις, πάλιν ὑπὸ τῆς Γραφῆς ὁδηγούμεθα εἰς τὸ τῆς χορηγίας τῶν ἀγαθῶν τῶν διὰ τοῦ Πνεύματος ἡμῖν ἐνεργουμένων ἀρχηγὸν καὶ αἴτιον τὸν μονογενῆ Θεὸν εἶναι πιστεύειν. πάντα γὰρ δι’ αὐτοῦ γεγενῆσθαι, καὶ ἐν αὐτῷ συνεστάναι, παρὰ τῆς ἁγίας Γραφῆς ἐδιδάχθημεν. ὅταν τοίνυν καὶ πρὸς ἐκείνην ὑψωθῶμεν τὴν ἔννοιαν, πάλιν ὑπὸ τῆς θεοπνεύστου χειραγωγίας ἀναγόμενοι διδασκόμεθα, ὅτι δι’ ἐκείνης μὲν πάντα τῆς δυνάμεως ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγεται· οὐ μὴν οὐδὲ ἐξ ἐκείνης ἀνάρχως· ἀλλά τίς ἐστι δύναμις ἀγεννήτως καὶ ἀνάρχως ὑφεστῶσα, ἥτις ἐστὶν αἰτία τῆς ἁπάντων τῶν ὄντων αἰτίας. ἐκ γὰρ τοῦ Πατρὸς ὁ Υἱός, δι’ οὗ τὰ πάντα, ᾧ πάντοτε τὸ Πνεῦμα τὸ ἅγιον ἀχωρίστως συνεπινοεῖται. οὐ γὰρ ἔστιν ἐν περινοίᾳ τοῦ Υἱοῦ γενέσθαι, μὴ προκαταυγασθέντα τῷ Πνεύματι. ἐπειδὴ τοίνυν τὸ ἅγιον Πνεῦμα, ἀφʼ οὗ πᾶσα ἐπὶ τὴν κτίσιν ἡ τῶν ἀγαθῶν χορηγία πηγάζει, τοῦ Υἱοῦ μὲν ἤρτηται, ᾧ ἀδιαστάτως συγκαταλαμβάνεται· τῆς δὲ τοῦ Πατρὸς αἰτίας ἐξημμένονἐξηρτημένον C, D. ἔχει τὸ εἶναι, ὅθεν καὶ ἐκπορεύεται· τοῦτο γνωριστικὸν τῆς κατὰ τὴν ὑπόστασιν ἰδιότητος σημεῖον ἔχει, τὸ μετὰ τὸν Υἱὸν καὶ σὺν αὐτῷ γνωρίζεσθαι, καὶ τὸ ἐκ τοῦ Πατρὸς ὑφεστάναι.