38
Καί μου δέξασθε τὸν λόγον ὡς ὑπόδειγμα καὶ σκιὰν ἀληθείας, οὐχ ὡς αὐτὴν τὴν τῶν πραγμάτων ἀλήθειαν· οὐ γὰρ δυνατόν ἐστι διὰ πάντων ἐφαρμοσθῆναιἐφαρμόσασθαι F. τὸ ἐν τοῖς ὑποδείγμασι θεωρούμενον τοῖς πρὸς ἃ ἡ τῶν ὑποδειγμάτων χρεία παραλαμβάνεται. πόθεν οὖν φαμὲν τὸ διακεκριμένον ἅμα καὶ συναφὲςσυνφυὲς E; συμφυὲς A, B, C, D; συνμφυὲς from συναφὲς alia m. F. ἐκ τῶν κατὰ τὴν αἴσθησιν ἡμῖν προφαινομένων ἀναλογίζεσθαι; ἤδη ποτὲ τοῦ ἐν τῇ νεφέλῃ τόξου τὴν λαμπηδόνα κατὰ τὸ ἔαρ τεθέασαι, ἐκεῖνο λέγω τὸ τόξον, ὅπερ ὁ κοινὸς λόγος ἴριν εἴωθεν ἐπονομάζειν· ὅ φασιν οἱ περὶ ταῦτα δεινοὶ τότε συνίστασθαι, ὅταν ἀνακεκραμένη τις ᾖ πρὸς τὸν ἀέρα νοτίς, τῆς τῶν πνευμάτων βίας τὸ ἐν τοῖς ἀτμοῖς ὑγρὸν καὶ παχύ, νεφῶδες ἤδη γενόμενον, εἰς ὑετὸν ἀποθλιβούσης. συνίστασθαι δὲ λέγουσιν οὕτως. ἐπειδὰν ἡ τοῦ ἡλίου ἀκτίς, κατὰ τὸ πλάγιον ὑποδραμοῦσα τὸ πυκνόν τε καὶ συνηρεφὲς τῆς νεφώσεως, εἶτα κατὰ τὸ εὐθὺ νέφει τινὶ τὸν ἴδιον κύκλον ἐναπερείσηται, οἷόν τις καμπὴ καὶ ἐπάνοδος τοῦ φωτὸς πρὸς ἑαυτὸ γίνεται, τῆς αὐγῆς πρὸς τὸ ἔμπαλιν ἀπὸ τοῦ ὑγροῦ τε καὶ στίλβοντος ἀναλυούσης. ἐπειδὴ γὰρ φύσις ἐστὶ ταῖς φλογώδεσι μαρμαρυγαῖς, εἴ τινι λείῳ προσπέσοιεν,προσπέσειεν C. πρὸς ἑαυτὰς πάλιν ἐπανακλᾶσθαι, κυκλοτερὲς δὲ τοῦ ἡλίουτοῦ ἡλίου τοῦτο A, B, C, D, E; τοῦτο from ἡλίου alia m. F. τὸ σχῆμα, τὸ διὰ τῆς ἀκτῖνος ἐν τῷ ὑγρῷ τε καὶ λείῳ τοῦ ἀέρος γινόμενον, ἐξ ἀνάγκης κατὰ τὸ σχῆμα τοῦ ἡλιακοῦ κύκλουκατὰ τὸ σχῆμα τοῦ ἡλιακοῦ κύκλου in marg. alia m. F; τοῦ κύκλου τοῦ ἡλιακοῦ C, D. καὶ ὁ παρακείμενος τῷ νέφει ἀὴρ διὰ τῆς ἀποστιλβούσης αὐγῆς περιγράφεται. αὕτη τοίνυν ἡ αὐγὴ καὶ συνεχής ἐστι πρὸς ἑαυτὴν καὶ διῄρηται. πολύχροοςπολύχρωμος A, D, E. γάρ τις οὖσα καὶ πολυειδής, ἀφανῶς τοῖς ποικίλοις ἄνθεσι τῆς βαφῆς πρὸς ἑαυτὴν κατακιρνᾶται τῶν ἑτεροχροούντων τὴν πρὸς ἄλληλα συμβολὴν ἐκ τῶν ὄψεων ἡμῶν κατὰ τὸ λεληθὸς ὑποκλέπτουσα·ὑπεκκλέπτουσα A, B. ὡς μὴ ἂν ἐπιγνωσθῆναι τοῦ γλαυκοῦ πρὸς τὸ πυραυγὲς τὸν διὰ μέσου τόπον τὸν μιγνύονταμιγνύντα E, F. δι’ ἑαυτοῦ καὶ χωρίζοντα τὴν τῶν χροῶν ἑτερότητα, ἢ τοῦ πυραυγοῦς πρὸς τὸ πορφύρεον, ἢ ἐκείνου πρὸς τὸ ἠλέκτρινον. πάντων γὰρ αἱ αὐγαὶ κατὰ ταὐτὸν ὁρώμεναι καὶ τηλαυγεῖς εἰσί, καὶ τῆς πρὸς ἀλλήλας συναφείας τὰ σημεῖα κλέπτουσαι, τοὺς ἐλέγχους ἐκφεύγουσιν,φεύγουσιν E. ὡς ἀμήχανον ἐξευρεῖν μέχρι τίνος ἕστηκε τὸ πυρῶδες ἢ τὸ σμαράγδιζον τῆς αἴγλης, καὶ ἀπὸ τίνος ἄρχεται μηκέτι τοιοῦτον εἶναι, οἷον ἐν τῷ τηλαυγεῖ καθορᾶται.