38
Ὥσπερ τοίνυν ἐν τῷ ὑποδείγματι καὶ τὰς τῶν χρωμάτων διαφορὰς φανερῶς διαγινώσκομεν, καὶ διάστασιν ἑτέρου πρὸς τὸ ἕτερον οὐκ ἔστι τῇ αἰσθήσει καταλαβεῖν,καταλαμβάνειν F. οὕτω μοι λόγισαιλόγισαι νόει A; λόγισαι from νοῆσαι alia m. F. δυνατὸν εἶναι καὶ περὶ τῶν θείων δογμάτων ἀναλογίσασθαι· τὰς μὲν τῶν ὑποστάσεων ἰδιότητας, ὥσπερ τι ἄνθος τῶν κατὰ τὴν ἴριν φαινομένων, ἐπαστράπτεινἐπαναστράπτειν A; ἐπανάπτειν B. ἑκάστῳ τῶν ἐν τῇ ἁγίᾳ Τριάδι πιστευομένων· τῆς δὲ κατὰ τὴν φύσιν ἰδιότητος μηδεμίαν ἑτέρου πρὸς τὸ ἕτερον ἐπινοεῖσθαι διαφοράν, ἀλλʼ ἐν τῇ κοινότητι τῆς οὐσίας τὰς γνωριστικὰς ἰδιότηταςοὐσιότητας E. ἐπιλάμπειν ἑκάστῳ. καὶ γὰρ κἀκεῖ ἐν τῷ ὑποδείγματι ἡ ἀπαυγάζουσα τὴν πολύχροονπολύχρωμον C, D; πολύχροον from πολύχρωμον alia m. F. ἐκείνην αὐγὴν μία οὐσία ἦν, ἡ διὰ τῆς ἡλιακῆς ἀκτῖνος ἀνακλωμένη· τὸ δὲ ἄνθος τοῦ φαινομένου πολυειδές· παιδεύοντος ἡμᾶς τοῦ λόγου καὶ διὰ τῆς κτίσεως μὴ ξενοπαθεῖνκενοπαθεῖν A, B, C, D, E. τοῖς περὶ τοῦ δόγματος λόγοις, ὅταν εἰς τὸ δυσθεώρητον ἐμπεσόντες πρὸς τὴν τῶν λεγομένων συγκατάθεσιν ἰλιγγιάσωμεν. ὥσπερ γὰρ ἐπὶ τῶν τοῖς ὀφθαλμοῖς φαινομένων κρείττων ἐφάνη τοῦ λόγου τῆς αἰτίας ἡ πεῖρα, οὕτω καὶ τῶν ὑπεραναβεβηκότων δογμάτων κρείττων ἐστὶ τῆς διὰ λογισμῶν καταλήψεως ἡ πίστις, καὶ τὸ κεχωρισμένον ἐν ὑποστάσει καὶ τὸ συνημμένον ἐν τῇ οὐσίᾳ διδάσκουσα. ἐπεὶ οὖν τὸ μέν τι κοινὸν ἐν τῇ ἁγίᾳ Τριάδι τὸ δὲ ἰδίαζον ὁ λόγος ἐνεθεώρησεν, ὁ μὲν τῆς κοινότητος λόγοςἐνεθεώρησεν . . . λόγοςom. C, D. εἰςεἰς from κατὰ alia m. F. τὴν οὐσίαν ἀνάγεται, ἡ δὲ ὑπόστασις τὸ ἰδίαζον ἑκάστου σημεῖόν ἐστιν.