38
Ἀλλʼ ἴσως οἴεταί τις μὴ συμβαίνειν τὸν ἀποδοθέντα περὶ τῆς ὑποστάσεως λόγον τῇ διανοίᾳ τῆς τοῦ ἀποστόλου γραφῆς, ἐν οἷς φησὶ περὶ τοῦ Κυρίου, ὅτι Ἀπαύγασμα τῆς δόξης αὐτοῦ, καὶ χαρακτὴρ τῆς ὑποστάσεως. εἰ γὰρ ὑπόστασιν ἀποδεδώκαμεν εἶναι τὴν συνδρομὴν τῶν περὶ ἕκαστον ἰδιωμάτων, ὁμολογεῖται δέ, ὥσπερ ἐπὶ τοῦ Πατρός, εἶναί τι τὸ ἰδιαζόντως ἐπιθεωρούμενον, δι’ οὗ μόνος ἐπιγινώσκεται,ἐπιγνώσεται B. κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τοῦ Μονογενοῦς τὸ ἴσον πιστεύεται· πῶς ἐνταῦθα τὸ τῆς ὑποστάσεως ὄνομα τῷ Πατρὶ μόνῳ προσμαρτυρεῖ ἡ Γραφή, τὸν δὲ Υἱὸν μορφὴν λέγει τῆς ὑποστάσεως, οὐκ ἐν ἰδίοις, ἀλλʼ ἐν τοῖς τοῦ Πατρὸς γνωρίσμασι χαρακτηριζόμενον; εἰ γὰρ ἡ ὑπόστασις τὸ ἰδίαζον τῆς ἑκάστου ὑπάρξεως σημεῖόν ἐστι, τοῦ δὲ Πατρὸς ἴδιον τὸ ἀγεννήτως εἶναι ὁμολογεῖται, μεμόρφωται δὲ ὁ Υἱὸς τοῖς τοῦ Πατρὸς ἰδιώμασιν, ἄρα οὐκέτι διαμένει τῷ Πατρὶ κατʼ ἐξαίρετον ἐπʼἐπʼ from ὑπʼ alia m. F. αὐτοῦ μόνου τὸ ἀγέννητον λέγεσθαι, εἴπερ τῷ ἰδιάζοντι τοῦ Πατρὸςκαὶ add. A. B, C, D, E, F. ἡ τοῦ Μονογενοῦς χαρακτηρίζεται ὕπαρξις.