40
Τὸ ἔμφυτόν μοι ἐκ παιδόθεν γαληνὸν καὶ φιλάνθρωπον μέχρι τοῦ παρόντος ἐπιδεικνύμενος, πάντας ὑπηκόους ἐκομίσαμενἐκομισάμην E. τοὺς οἰκοῦντας τὴν ὑφʼ ἥλιον. ἰδοὺ γὰρ πᾶν γένος βαρβάρων μέχρις ὁρίων Ὠκεανοῦποταμοῦ add. C. D, F. δῶρά μοι κόμιζον ἧκε παρὰ ποσὶ τοῖς ἐμοῖς. ὁμοίως δὲ καὶ Σαγάδαρες οἱ παρὰ τὸν Δάνουβιν ἐκτραφέντες, οἱ εὐμορφοποικιλοκανθαρόμορφοι ,εὐμορφοποικιλοκανθαρόμορφοι C, D; εὐμορφοποικιλοκαρόμορφοι F; εὐμορφοποικιλοκαθαρόμορφοι editi. οἷς οὐκ ἔστι θέα ὁμοιοειδὴς ἀνθρώπων, ἀλλὰ μορφὴ ἀγριαίνουσα, οὗτοι κατὰ τὴν ἐνεστῶσαν προκαλινδοῦνταιπροκυλινδοῦνται F. ἴχνεσι τοῖς ἐμοῖς, ὑπισχνούμενοί μοι ποιεῖν ἐκεῖνα ἅπερ τῇ ἐμῇ πρέπειπρέπει ἁρμόζει E, F.βασιλείᾳ. οὐχὶ δὲ ἐν τούτῳ μόνῳ ἕλκομαι, ἀλλὰ δεῖ με σὺν πολλῷ τῷ τάχει καταλαβεῖν τὴν Περσῶν καὶ τροπώσασθαι ΣάπωρινΣάπφωριν E. ἐκεῖνον τὸν ἀπόγονον Δαρείου γεγονότα, ἄχρις οὗ ὑπόφορος καὶ ὑποτελής μοι γένηται· ἐν ταὐτῷἐν ταὐτῷ ἐνταῦθα F. δὲ καὶ τὴν Ἰνδῶν καὶ τὴντῶν E, F. Σαρακηνῶν περιοικίδα ἐκπορθῆσαι, ἄχρις οὗτοι πάντες ἐν δευτέρᾳ τάξει τῆς ἐμῆς γένωνται ὑπόφοροι καὶ ὑποτελεῖς.