Thesauros Literature Tragedy Ἄλκηστις

Ἄλκηστις

Ἄλκηστις Euripides

Parodos

[Choral 2]
Ἀμμωνιάδας ἕδρας,
Χορός
δυστάνου παραλύσαι
 
ψυχάν· μόρος γὰρ ἀπότομος
 
πλάθει· θεῶν δ’ ἐπ’ ἐσχάραις
 
οὐκ ἔχω ἐπὶ τίνα 120
 
μηλοθύταν πορευθῶ.
 
—μόνος δ’ ἄν, εἰ φῶς τόδ’ ἦν
 
ὄμμασιν δεδορκὼς
 
Φοίβου παῖς, προλιποῦσ’
 
ἦλθεν ἕδρας σκοτίους 125
 
Ἅιδα τε πύλας·
 
δμαθέντας γὰρ ἀνίστη,
 
πρὶν αὐτὸν εἷλε διόβολον
 
πλῆκτρον πυρὸς κεραυνίου.
 
νῦν δὲ τίν’ ἔτι βίου 130
 
ἐλπίδα προσδέχωμαι;
[Choral]
—πάντα γὰρ ἤδη τετέλεσται βασιλεῦσι,
Χορός
πάντων δὲ θεῶν ἐπὶ βωμοῖς
 
αἱμόρραντοι θυσίαι πλήρεις·
 
οὐδ’ ἔστι κακῶν ἄκος οὐδέν. 135
← Önceki Parodos · 4 / 4 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme