Thesauros Literature Tragedy Ἄλκηστις

Ἄλκηστις

Ἄλκηστις Euripides

Stasimon 2

[Episode 1]
παιᾶνα τῷ κάτωθεν ἀσπόνδῳ θεῷ.
Ἄδμητος
πᾶσιν δὲ Θεσσαλοῖσιν ὧν ἐγὼ κρατῶ 425
 
πένθους γυναικὸς τῆσδε κοινοῦσθαι λέγω
 
κουρᾷ ξυρήκει καὶ μελαμπέπλῳ στολῇ·
 
τέθριππά θ’ οἳ ζεύγνυσθε καὶ μονάμπυκας
 
πώλους, σιδήρῳ τέμνετ’ αὐχένων φόβην.
 
αὐλῶν δὲ μὴ κατ’ ἄστυ, μὴ λύρας κτύπος 430
 
ἔστω σελήνας δώδεκ’ ἐκπληρουμένας·
 
οὐ γάρ τιν’ ἄλλον φίλτερον θάψω νεκρὸν
 
τοῦδ’ οὐδ’ ἀμείνον’ εἰς ἔμʼ· ἀξία δέ μοι
 
τιμῆς, ἐπεὶ τέθνηκεν ἀντ’ ἐμοῦ μόνη.
[Choral 1]
ὦ Πελίου θύγατερ, 435
Χορός
χαίρουσά μοι εἰν Ἀίδαο δόμοις
 
τὸν ἀνάλιον οἶκον οἰκετεύοις.
 
ἴστω δ’ Ἀίδας ὁ μελαγχαίτας θεὸς ὅς τ’ ἐπὶ κώπᾳ
 
πηδαλίῳ τε γέρων 440
 
νεκροπομπὸς ἵζει,
 
πολὺ δὴ πολὺ δὴ γυναῖκ’ ἀρίσταν
 
λίμναν Ἀχεροντίαν πορεύ-
 
σας ἐλάτᾳ δικώπῳ.
 
πολλά σε μουσοπόλοι 445
 
μέλψουσι καθ’ ἑπτάτονόν τ’ ὀρείαν
 
χέλυν ἔν τ’ ἀλύροις κλέοντες ὕμνοις,
 
Σπάρτᾳ κύκλος ἁνίκα Καρνείου περινίσσεται ὥρας
 
μηνός, ἀειρομένας 450
 
παννύχου σελάνας,
 
λιπαραῖσί τ’ ἐν ὀλβίαις Ἀθάναις.
 
τοίαν ἔλιπες θανοῦσα μολ-
 
πὰν μελέων ἀοιδοῖς.
[Choral 2]
εἴθ’ ἐπ’ ἐμοὶ μὲν εἴη, 455
← Önceki Stasimon 2 · 2 / 3 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme