Stasimon 4
[Episode]
χειρία γʼ ἁλοῦσα.
Κρέουσα
καὶ μὴν οἵδʼ ἀγωνισταὶ πικροὶ
δεῦρʼ ἐπείγονται ξιφήρεις.
κἂν θάνῃς γὰρ ἐνθάδʼ οὖσα, τοῖς ἀποκτείνασί σε
προστρόπαιον αἷμα θήσεις· οἰστέον δὲ τὴν τύχην.
1260
Ἴων
ὦ ταυρόμορφον ὄμμα Κηφισοῦ πατρός,
οἵαν ἔχιδναν τήνδʼ ἔφυσας ἢ πυρὸς
δράκοντʼ ἀναβλέποντα φοινίαν φλόγα,
ᾗ τόλμα πᾶσʼ ἔνεστιν, οὐδʼ ἥσσων ἔφυ
Γοργοῦς σταλαγμῶν, οἷς ἔμελλέ με κτενεῖν.
1265
λάζυσθʼ, ἵνʼ αὐτῆς τοὺς ἀκηράτους πλόκους
κόμης καταξήνωσι Παρνασοῦ πλάκες,
ὅθεν πετραῖον ἅλμα δισκηθήσεται.
ἐσθλοῦ δʼ ἔκυρσα δαίμονος, πρὶν ἐς πόλιν
μολεῖν Ἀθηνῶν χὑπὸ μητρυιὰν πεσεῖν.
1270
ἐν συμμάχοις γὰρ ἀνεμετρησάμην φρένας
τὰς σάς, ὅσον μοι πῆμα δυσμενής τʼ ἔφυς·
ἔσω γὰρ ἄν με περιβαλοῦσα δωμάτων
ἄρδην ἂν ἐξέπεμψας εἰς Ἅιδου δόμους.
ἀλλʼ οὔτε βωμὸς οὔτʼ Ἀπόλλωνος δόμος
1275
σώσει σʼ· ὁ δʼ οἶκτος ὁ σὸς ἐμοὶ κρείσσων πάρα
καὶ μητρὶ τἠμῇ· καὶ γὰρ εἰ τὸ σῶμά μοι
ἄπεστιν αὐτῆς, τοὔνομʼ οὐκ ἄπεστί πω.
ἴδεσθε τὴν πανοῦργον, ἐκ τέχνης τέχνην
οἵαν ἔπλεξε· βωμὸν ἔπτηξεν θεοῦ,
1280
ὡς οὐ δίκην δώσουσα τῶν εἰργασμένων.
Κρέουσα
ἀπεννέπω σε μὴ κατακτείνειν ἐμὲ
ὑπέρ τʼ ἐμαυτῆς τοῦ θεοῦ θʼ ἵνʼ ἕσταμεν.
Ἴων
τί δʼ ἐστὶ Φοίβῳ σοί τε κοινὸν ἐν μέσῳ;