Stasimon 4
[Episode]
ἱερὸν τὸ σῶμα τῷ θεῷ δίδωμʼ ἔχειν.
1285
Ἴων
κἄπειτʼ ἔκαινες φαρμάκοις τὸν τοῦ θεοῦ;
Κρέουσα
ἀλλʼ οὐκέτʼ ἦσθα Λοξίου, πατρὸς δὲ σοῦ.
Ἴων
ἀλλʼ ἐγενόμεσθα πατρός· οὐσίαν λέγω.
Κρέουσα
οὐκοῦν τότʼ ἦσθα· νῦν δʼ ἐγώ, σὺ δʼ οὐκέτι.
Ἴων
οὐκ εὐσεβεῖς γε· τἀμὰ δʼ εὐσεβῆ τότʼ ἦν.
1290
Κρέουσα
ἔκτεινά σʼ ὄντα πολέμιον δόμοις ἐμοῖς.
Ἴων
οὔτοι σὺν ὅπλοις ἦλθον ἐς τὴν σὴν χθόνα.
Κρέουσα
μάλιστα· κἀπίμπρης γʼ Ἐρεχθέως δόμους.
Ἴων
ποίοισι πανοῖς ἢ πυρὸς ποίᾳ φλογί;
Κρέουσα
ἔμελλες οἰκεῖν τἄμʼ, ἐμοῦ βίᾳ λαβών.
1295
Ἴων
πατρός γε γῆν διδόντος ἣν ἐκτήσατο.
Κρέουσα
τοῖς Αἰόλου δὲ πῶς μετῆν τῶν Παλλάδος;
Ἴων
ὅπλοισιν αὐτήν, οὐ λόγοις ἐρρύσατο.
Κρέουσα
ἐπίκουρος οἰκήτωρ γʼ ἂν οὐκ εἴη χθονός.
Ἴων
κἄπειτα τοῦ μέλλειν μʼ ἀπέκτεινες φόβῳ;
1300
Κρέουσα
ὡς μὴ θάνοιμί γʼ, εἰ σὺ μὴ μέλλων τύχοις.
Ἴων
φθονεῖς ἄπαις οὖσʼ, εἰ πατὴρ ἐξηῦρέ με.
Κρέουσα
σὺ τῶν ἀτέκνων δῆτʼ ἀναρπάσεις δόμους;
Ἴων
ἡμῖν δέ γʼ ἀλλὰ πατρικῆς οὐκ ἦν μέρος;
Κρέουσα
ὅσʼ ἀσπὶς ἔγχος θʼ· ἥδε σοι παμπησία.
1305
Ἴων
ἔκλειπε βωμὸν καὶ θεηλάτους ἕδρας.
Κρέουσα
τὴν σὴν ὅπου σοι μητέρʼ ἐστὶ νουθέτει.
Ἴων
σὺ δʼ οὐχ ὑφέξεις ζημίαν, κτείνουσʼ ἐμέ;
Κρέουσα
ἤν γʼ ἐντὸς ἀδύτων τῶνδέ με σφάξαι θέλῃς.
Ἴων
τίς ἡδονή σοι θεοῦ θανεῖν ἐν στέμμασι;
1310
Κρέουσα
λυπήσομέν τινʼ, ὧν λελυπήμεσθʼ ὕπο.
δεινόν γε, θνητοῖς τοὺς νόμους ὡς οὐ καλῶς
ἔθηκεν ὁ θεὸς οὐδʼ ἀπὸ γνώμης σοφῆς·