Thesauros Literature Tragedy Ἴων

Ἴων

Ἴων Euripides

Stasimon 4

[Episode]
νῦν δʼ οὐχὶ χρῄζει; τῷ τόδε γνῶναί με χρή;
Προφῆτις
πατέρα κατειπὼν τῆσδέ σʼ ἐκπέμπει χθονός. 1345
Ἴων
σὺ δʼ ἐκ κελευσμῶν ἢ πόθεν σῴζεις τάδε;
Προφῆτις
ἐνθύμιόν μοι τότε τίθησι Λοξίας
Ἴων
τί χρῆμα δρᾶσαι; λέγε, πέραινε σοὺς λόγους.
Προφῆτις
σῶσαι τόδʼ εὕρημʼ ἐς τὸν ὄντα νῦν χρόνον.
Ἴων
ἔχει δέ μοι τί κέρδος ἢ τίνα βλάβην; 1350
Προφῆτις
ἐνθάδε κέκρυπται σπάργανʼ οἷς ἐνῆσθα σύ.
Ἴων
μητρὸς τάδʼ ἡμῖν ἐκφέρεις ζητήματα;
Προφῆτις
ἐπεί γʼ ὁ δαίμων βούλεται· πάροιθε δʼ οὔ.
Ἴων
ὦ μακαρίων μοι φασμάτων ἥδʼ ἡμέρα.
Προφῆτις
λαβών νυν αὐτὰ τὴν τεκοῦσαν ἐκπόνει. 1355
Ἴων
πᾶσάν γʼ ἐπελθὼν Ἀσιάδʼ Εὐρώπης θʼ ὅρους.
Προφῆτις
γνώσῃ τάδʼ αὐτός. τοῦ θεοῦ δʼ ἕκατί σε
 
ἔθρεψά τʼ, ὦ παῖ, καὶ τάδʼ ἀποδίδωμί σοι,
 
ἃ κεῖνος ἀκέλευστόν μʼ ἐβουλήθη λαβεῖν
 
σῶσαί θʼ· ὅτου δʼ ἐβούλεθʼ οὕνεκʼ, οὐκ ἔχω λέγειν. 1360
 
ᾔδει δὲ θνητῶν οὔτις ἀνθρώπων τάδε
 
ἔχοντας ἡμᾶς, οὐδʼ ἵνʼ ἦν κεκρυμμένα.
 
καὶ χαῖρʼ· ἴσον γάρ σʼ ὡς τεκοῦσʼ ἀσπάζομαι.
 
ἄρξαι δʼ ὅθεν σὴν μητέρα ζητεῖν σε χρή·
 
πρῶτον μὲν εἴ τις Δελφίδων τεκοῦσά σε 1365
 
ἐς τούσδε ναοὺς ἐξέθηκε παρθένος,
 
ἔπειτα δʼ εἴ τις Ἑλλάς. — ἐξ ἡμῶν δʼ ἔχεις
 
ἅπαντα Φοίβου θʼ, ὃς μετέσχε τῆς τύχης.
Ἴων
φεῦ φεῦ· κατʼ ὄσσων ὡς ὑγρὸν βάλλω δάκρυ,
 
ἐκεῖσε τὸν νοῦν δούς, ὅθʼ ἡ τεκοῦσά με 1370
 
κρυφαῖα νυμφευθεῖσʼ ἀπημπόλα λάθρα
 
καὶ μαστὸν οὐκ ὑπέσχεν· ἀλλʼ ἀνώνυμος
 
ἐν θεοῦ μελάθροις εἶχον οἰκέτην βίον.
← Önceki Stasimon 4 · 5 / 14 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme