Thesauros Literature Tragedy Ἴων

Ἴων

Ἴων Euripides

Stasimon 4

[Episode]
σφάζοντες οὐ λήγοιτʼ ἄν· ὡς ἀνθέξομαι
Κρέουσα
καὶ τῆσδε καὶ σοῦ τῶν τε σῶν κεκρυμμένων. 1405
Ἴων
τάδʼ οὐχὶ δεινά; ῥυσιάζομαι λόγῳ.
Κρέουσα
οὔκ, ἀλλὰ σοῖς φίλοισιν εὑρίσκῃ φίλος.
Ἴων
ἐγὼ φίλος σός; κᾆτά μʼ ἔκτεινες λάθρα;
Κρέουσα
παῖς γʼ, εἰ τόδʼ ἐστὶ τοῖς τεκοῦσι φίλτατον.
Ἴων
παῦσαι πλέκουσα. — λήψομαί σʼ ἐγὼ καλῶς. 1410
Κρέουσα
ἐς τοῦθʼ ἱκοίμην, τοῦδε τοξεύω, τέκνον.
Ἴων
κενὸν τόδʼ ἄγγος ἢ στέγει πλήρωμά τι;
Κρέουσα
σά γʼ ἔνδυθʼ, οἷσί σʼ ἐξέθηκʼ ἐγώ ποτε.
Ἴων
καὶ τοὔνομʼ αὐτῶν ἐξερεῖς πρὶν εἰσιδεῖν;
Κρέουσα
κἂν μὴ φράσω γε, κατθανεῖν ὑφίσταμαι. 1415
Ἴων
λέγʼ· ὡς ἔχει τι δεινὸν ἥ γε τόλμα σου.
Κρέουσα
σκέψασθʼ· ὃ παῖς ποτʼ οὖσʼ ὕφασμʼ ὕφηνʼ ἐγὼ
Ἴων
ποῖόν τι; πολλὰ παρθένων ὑφάσματα.
Κρέουσα
οὐ τέλεον, οἷον δʼ ἐκδίδαγμα κερκίδος.
Ἴων
μορφὴν ἔχον τίνʼ; ὥς με μὴ ταύτῃ λάβῃς. 1420
Κρέουσα
Γοργὼ μὲν ἐν μέσοισιν ἠτρίοις πέπλων.
Ἴων
ὦ Ζεῦ, τίς ἡμᾶς ἐκκυνηγετεῖ πότμος;
Κρέουσα
κεκρασπέδωται δʼ ὄφεσιν αἰγίδος τρόπον.
Ἴων
ἰδού·
 
τόδʼ ἔσθʼ ὕφασμα, θέσφαθʼ ὡς εὑρίσκομεν.
Κρέουσα
ὦ χρόνιον ἱστῶν παρθένευμα τῶν ἐμῶν. 1425
Ἴων
ἔστιν τι πρὸς τῷδʼ, ἢ μόνῳ τῷδʼ εὐτυχεῖς;
Κρέουσα
δράκοντες· ἀρχαῖόν τι παγχρύσῳ γένει
 
δώρημʼ Ἀθάνας, ἣ τέκνʼ ἐντρέφειν λέγει
 
Ἐριχθονίου γε τοῦ πάλαι μιμήματα.
Ἴων
τί δρᾶν, τί χρῆσθαι, φράζε μοι, χρυσώματι; 1430
Κρέουσα
δέραια παιδὶ νεογόνῳ φέρειν, τέκνον.
Ἴων
ἔνεισιν οἵδε· τὸ δὲ τρίτον ποθῶ μαθεῖν.
← Önceki Stasimon 4 · 7 / 14 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme