Epeisodion 1
Ἴων
γενναιότης σοι, καὶ τρόπων τεκμήριον
τὸ σχῆμʼ ἔχεις τόδʼ, ἥτις εἶ ποτʼ, ὦ γύναι.
γνοίη δʼ ἂν ὡς τὰ πολλά γʼ ἀνθρώπου πέρι
τὸ σχῆμʼ ἰδών τις εἰ πέφυκεν εὐγενής.
240
ἀλλʼ ἐξέπληξάς μʼ, ὄμμα συγκλῄσασα σὸν
δακρύοις θʼ ὑγράνασʼ εὐγενῆ παρηίδα,
ὡς εἶδες ἁγνὰ Λοξίου χρηστήρια.
τί ποτε μερίμνης ἐς τόδʼ ἦλθες, ὦ γύναι;
ὃ πάντες ἄλλοι γύαλα λεύσσοντες θεοῦ
245
χαίρουσιν, ἐνταῦθʼ ὄμμα σὸν δακρυρροεῖ;
Κρέουσα
ὦ ξένε, τὸ μὲν σὸν οὐκ ἀπαιδεύτως ἔχει
ἐς θαύματʼ ἐλθεῖν δακρύων ἐμῶν πέρι·
ἐγὼ δʼ ἰδοῦσα τούσδʼ Ἀπόλλωνος δόμους
μνήμην παλαιὰν ἀνεμετρησάμην τινά·
250
οἴκοι δὲ τὸν νοῦν ἔσχον ἐνθάδʼ οὖσά που.
ὦ τλήμονες γυναῖκες· ὦ τολμήματα
θεῶν. τί δῆτα; ποῖ δίκην ἀνοίσομεν,
εἰ τῶν κρατούντων ἀδικίαις ὀλούμεθα;
Ἴων
τί χρῆμʼ ἀνερμήνευτα δυσθυμῇ, γύναι;
255
Κρέουσα
οὐδέν· μεθῆκα τόξα· τἀπὶ τῷδε δὲ
ἐγώ τε σιγῶ, καὶ σὺ μὴ φρόντιζʼ ἔτι.
Ἴων
τίς δʼ εἶ; πόθεν γῆς ἦλθες; ἐκ ποίας πάτρας
πέφυκας; ὄνομα τί σε καλεῖν ἡμᾶς χρεών;
Κρέουσα
Κρέουσα μέν μοι τοὔνομʼ, ἐκ δʼ Ἐρεχθέως
260
πέφυκα, πατρὶς γῆ δʼ Ἀθηναίων πόλις.
Ἴων
ὦ κλεινὸν οἰκοῦσʼ ἄστυ γενναίων τʼ ἄπο
τραφεῖσα πατέρων, ὥς σε θαυμάζω, γύναι.
Κρέουσα
τοσαῦτα κεὐτυχοῦμεν, ὦ ξένʼ, οὐ πέρα.
Ἴων
πρὸς θεῶν ἀληθῶς, ὡς μεμύθευται βροτοῖς ;
265