Thesauros Literature Tragedy Ἴων

Ἴων

Ἴων Euripides

Epeisodion 1

Ἴων
ὅροις ὑγροῖσιν, ὡς λέγουσʼ, ὡρισμένη. 295
Κρέουσα
ταύτην ἔπερσε Κεκροπίδαις κοινῷ δορί.
Ἴων
ἐπίκουρος ἐλθών; κᾆτα σὸν γαμεῖ λέχος;
Κρέουσα
φερνάς γε πολέμου καὶ δορὸς λαβὼν γέρας.
Ἴων
σὺν ἀνδρὶ δʼ ἥκεις ἢ μόνη χρηστήρια;
Κρέουσα
σὺν ἀνδρί. σηκοὺς δʼ ἐκστρέφει Τροφωνίου. 300
Ἴων
πότερα θεατὴς ἢ χάριν μαντευμάτων;
Κρέουσα
κείνου τε Φοίβου θʼ ἓν θέλων μαθεῖν ἔπος.
Ἴων
καρποῦ δʼ ὕπερ γῆς ἥκετʼ, ἢ παίδων πέρι;
Κρέουσα
ἄπαιδές ἐσμεν, χρόνιʼ ἔχοντʼ εὐνήματα.
Ἴων
οὐδʼ ἔτεκες οὐδὲν πώποτʼ, ἀλλʼ ἄτεκνος εἶ; 305
Κρέουσα
ὁ Φοῖβος οἶδε τὴν ἐμὴν ἀπαιδίαν.
Ἴων
ὦ τλῆμον, ὡς τἄλλʼ εὐτυχοῦσʼ οὐκ εὐτυχεῖς.
Κρέουσα
σὺ δʼ εἶ τίς; ὥς σου τὴν τεκοῦσαν ὤλβισα.
Ἴων
τοῦ θεοῦ καλοῦμαι δοῦλος εἰμί τʼ, ὦ γύναι.
Κρέουσα
ἀνάθημα πόλεως, ἤ τινος πραθεὶς ὕπο; 310
Ἴων
οὐκ οἶδα πλὴν ἕν· Λοξίου κεκλήμεθα.
Κρέουσα
ἡμεῖς σʼ ἄρʼ αὖθις, ὦ ξένʼ, ἀντοικτίρομεν.
Ἴων
ὡς μὴ εἰδόθʼ ἥτις μʼ ἔτεκεν ἐξ ὅτου τʼ ἔφυν.
Κρέουσα
ναοῖσι δʼ οἰκεῖς τοισίδʼ ἢ κατὰ στέγας;
Ἴων
ἅπαν θεοῦ μοι δῶμʼ, ἵνʼ ἂν λάβῃ μʼ ὕπνος. 315
Κρέουσα
παῖς δʼ ὢν ἀφίκου ναὸν ἢ νεανίας;
Ἴων
βρέφος λέγουσιν οἱ δοκοῦντες εἰδέναι.
Κρέουσα
καὶ τίς γάλακτί σʼ ἐξέθρεψε Δελφίδων;
Ἴων
οὐπώποτʼ ἔγνων μαστόν· ἣ δʼ ἔθρεψέ με
Κρέουσα
τίς, ὦ ταλαίπωρʼ; ὡς νοσοῦσʼ ηὗρον νόσους. 320
Ἴων
Φοίβου προφῆτις, μητέρʼ ὣς νομίζομεν.
Κρέουσα
ἐς δʼ ἄνδρʼ ἀφίκου τίνα τροφὴν κεκτημένος;
Ἴων
βωμοί μʼ ἔφερβον οὑπιών τʼ ἀεὶ ξένος.
Κρέουσα
τάλαινά σʼ ἡ τεκοῦσα· τίς ποτʼ ἦν ἄρα;
← Önceki Epeisodion 1 · 3 / 8 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme