Epeisodion 1
Κρέουσα
σοὶ ταὐτὸν ἥβης, εἴπερ, εἶχεν ἂν μέτρον.
Ἴων
ἀδικεῖ νιν ὁ θεός· ἡ τεκοῦσα δʼ ἀθλία.
355
Κρέουσα
οὔκουν ἔτʼ ἄλλον γʼ ὕστερον τίκτει γόνον.
Ἴων
τί δʼ, εἰ λάθρα νιν Φοῖβος ἐκτρέφει λαβών;
Κρέουσα
τὰ κοινὰ χαίρων οὐ δίκαια δρᾷ μόνος.
Ἴων
οἴμοι· προσῳδὸς ἡ τύχη τὠμῷ πάθει.
Κρέουσα
καὶ σέ, ὦ ξένʼ, οἶμαι μητέρʼ ἀθλίαν ποθεῖν.
360
Ἴων
καὶ μή γʼ ἐπʼ οἶκτόν μʼ ἔξαγʼ οὗ ʼλελήσμεθα.
Κρέουσα
σιγῶ· πέραινε δʼ ὧν σʼ ἀνιστορῶ πέρι.
Ἴων
οἶσθʼ οὖν ὃ κάμνει τοῦ λόγου μάλιστά σοι;
Κρέουσα
τί δʼ οὐκ ἐκείνῃ τῇ ταλαιπώρῳ νοσεῖ;
Ἴων
πῶς ὁ θεὸς ὃ λαθεῖν βούλεται μαντεύσεται;
365
Κρέουσα
εἴπερ καθίζει τρίποδα κοινὸν Ἑλλάδος.
Ἴων
αἰσχύνεται τὸ πρᾶγμα· μὴ ʼξέλεγχέ νιν.
Κρέουσα
ἀλγύνεται δέ γʼ ἡ παθοῦσα τῇ τύχῃ.
Ἴων
οὐκ ἔστιν ὅστις σοι προφητεύσει τάδε.
ἐν τοῖς γὰρ αὑτοῦ δώμασιν κακὸς φανεὶς
370
Φοῖβος δικαίως τὸν θεμιστεύοντά σοι
δράσειεν ἄν τι πῆμα. ἀπαλλάσσου, γύναι.
τῷ γὰρ θεῷ τἀναντίʼ οὐ μαντευτέον.
ἐς γὰρ τοσοῦτον ἀμαθίας ἔλθοιμεν ἄν,
εἰ τοὺς θεοὺς ἄκοντας ἐκπονήσομεν
375
φράζειν ἃ μὴ θέλουσιν, ἢ προβωμίοις
σφαγαῖσι μήλων ἢ διʼ οἰωνῶν πτεροῖς.
ἃν γὰρ βίᾳ σπεύδωμεν ἀκόντων θεῶν,
ἄκοντα κεκτήμεσθα τἀγάθʼ, ὦ γύναι·
ἃ δʼ ἂν διδῶσʼ ἑκόντες, ὠφελούμεθα.
380
Χορός
πολλαί γε πολλοῖς εἰσι συμφοραὶ βροτῶν,
μορφαὶ δὲ διαφέρουσιν· ἓν δʼ ἂν εὐτυχὲς
μόλις ποτʼ ἐξεύροι τις ἀνθρώπων βίῳ.