Epeisodion 1
Κρέουσα
ὦ Φοῖβε, κἀκεῖ κἀνθάδʼ οὐ δίκαιος εἶ
ἐς τὴν ἀποῦσαν, ἧς πάρεισιν οἱ λόγοι·
385
ὃς οὔτʼ ἔσωσας τὸν σὸν ὃν σῶσαί σʼ ἐχρῆν,
οὔθʼ ἱστορούσῃ μητρὶ μάντις ὢν ἐρεῖς,
ὡς, εἰ μὲν οὐκέτʼ ἔστιν, ὀγκωθῇ τάφῳ,
ἀλλʼ ἐᾶν χρὴ τάδʼ, εἰ πρὸς τοῦ θεοῦ
390
κωλυόμεσθα μὴ μαθεῖν ἃ βούλομαι.
ἀλλʼ, ὦ ξένʼ, εἰσορῶ γὰρ εὐγενῆ πόσιν
Ξοῦθον πέλας δὴ τόνδε, τὰς Τροφωνίου
λιπόντα θαλάμας, τοὺς λελεγμένους λόγους
σίγα πρὸς ἄνδρα, μή τινʼ αἰσχύνην λάβω
395
διακονοῦσα κρυπτά, καὶ προβῇ λόγος
οὐχ ᾗπερ ἡμεῖς αὐτὸν ἐξειλίσσομεν.
τὰ γὰρ γυναικῶν δυσχερῆ πρὸς ἄρσενας,
κἀν ταῖς κακαῖσιν ἁγαθαὶ μεμειγμέναι
μισούμεθʼ· οὕτω δυστυχεῖς πεφύκαμεν.
400
Ξοῦθος
πρῶτον μὲν ὁ θεὸς τῶν ἐμῶν προσφθεγμάτων
λαβὼν ἀπαρχὰς χαιρέτω, σύ τʼ, ὦ γύναι.
μῶν χρόνιος ἐλθών σʼ ἐξέπληξʼ ὀρρωδίᾳ;
Κρέουσα
οὐδέν γʼ· ἀφίκου δʼ ἐς μέριμναν. ἀλλά μοι
λέξον, τί θέσπισμʼ ἐκ Τροφωνίου φέρεις,
405
παίδων ὅπως νῷν σπέρμα συγκραθήσεται;
Ξοῦθος
οὐκ ἠξίωσε τοῦ θεοῦ προλαμβάνειν
μαντεύμαθʼ· ἓν δʼ οὖν εἶπεν· οὐκ ἄπαιδά με
πρὸς οἶκον ἥξειν οὐδὲ σὲ ἐκ χρηστηρίων.
Κρέουσα
ὦ πότνια Φοίβου μῆτερ, εἰ γὰρ αἰσίως
410
ἔλθοιμεν, ἅ τε νῷν συμβόλαια πρόσθεν ἦν
ἐς παῖδα τὸν σόν, μεταπέσοι βελτίονα.
Ξοῦθος
ἔσται τάδʼ· ἀλλὰ τίς προφητεύει θεοῦ;