Thesauros Literature Tragedy Ἴων

Ἴων

Ἴων Euripides

Epeisodion 1

Ἴων
ἡμεῖς τά γʼ ἔξω, τῶν ἔσω δʼ ἄλλοις μέλει,
 
οἳ πλησίον θάσσουσι τρίποδος, ὦ ξένε, 415
 
Δελφῶν ἀριστῆς, οὓς ἐκλήρωσεν πάλος.
Ξοῦθος
καλῶς· ἔχω δὴ πάνθʼ ὅσων ἐχρῄζομεν.
 
στείχοιμʼ ἂν εἴσω· καὶ γάρ, ὡς ἐγὼ κλύω,
 
χρηστήριον πέπτωκε τοῖς ἐπήλυσι
 
κοινὸν πρὸ ναοῦ· βούλομαι δʼ ἐν ἡμέρᾳ 420
 
τῇδʼ — αἰσία γάρ — θεοῦ λαβεῖν μαντεύματα.
 
σὺ δʼ ἀμφὶ βωμούς, ὦ γύναι, δαφνηφόρους
 
λαβοῦσα κλῶνας, εὐτέκνους εὔχου θεοῖς
 
χρησμούς μʼ ἐνεγκεῖν ἐξ Ἀπόλλωνος δόμων.
Κρέουσα
ἔσται τάδʼ, ἔσται. Λοξίας δʼ ἐὰν θέλῃ 425
 
νῦν ἀλλὰ τὰς πρὶν ἀναλαβεῖν ἁμαρτίας,
 
ἅπας μὲν οὐ γένοιτʼ ἂν εἰς ἡμᾶς φίλος,
 
ὅσον δὲ χρῄζει — θεὸς γάρ ἐστι — δέξομαι.
Ἴων
τί ποτε λόγοισιν ἡ ξένη πρὸς τὸν θεὸν
 
κρυπτοῖσιν αἰεὶ λοιδοροῦσʼ αἰνίσσεται; 430
 
ἤτοι φιλοῦσά γʼ ἧς ὕπερ μαντεύεται,
 
ἢ καί τι σιγῶσʼ ὧν σιωπᾶσθαι χρεών;
 
ἀτὰρ θυγατρὸς τῆς Ἐρεχθέως τί μοι
 
μέλει; προσήκει γʼ οὐδέν. ἀλλὰ χρυσέαις
 
πρόχοισιν ἐλθὼν εἰς ἀπορραντήρια 435
 
δρόσον καθήσω. νουθετητέος δέ μοι
 
Φοῖβος, τί πάσχει· παρθένους βίᾳ γαμῶν
 
προδίδωσι; παῖδας ἐκτεκνούμενος λάθρᾳ
 
θνῄσκοντας ἀμελεῖ; μὴ σύ γʼ· ἀλλʼ, ἐπεὶ κρατεῖς,
 
ἀρετὰς δίωκε. καὶ γὰρ ὅστις ἂν βροτῶν 440
 
κακὸς πεφύκῃ, ζημιοῦσιν οἱ θεοί.
 
πῶς οὖν δίκαιον τοὺς νόμους ὑμᾶς βροτοῖς
 
γράψαντας, αὐτοὺς ἀνομίαν ὀφλισκάνειν;
← Önceki Epeisodion 1 · 7 / 8 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme