Thesauros Literature Tragedy Ἴων

Ἴων

Ἴων Euripides

Epeisodion 2

[Episode]
πρόσπολοι γυναῖκες, αἳ τῶνδʼ ἀμφὶ κρηπῖδας δόμων 510
Ἴων
θυοδόκων φρούρημʼ ἔχουσαι δεσπότιν φυλάσσετε,
 
ἐκλέλοιπʼ ἤδη τὸν ἱερὸν τρίποδα καὶ χρηστήριον
 
Ξοῦθος, ἢ μίμνει κατʼ οἶκον ἱστορῶν ἀπαιδίαν;
Χορός
ἐν δόμοις ἔστʼ, ὦ ξένʼ· οὔπω δῶμʼ ὑπερβαίνει τόδε.
 
ὡς δʼ ἐπʼ ἐξόδοισιν ὄντος, τῶνδʼ ἀκούομεν πυλῶν 515
 
δοῦπον, ἐξιόντα τʼ ἤδη δεσπότην ὁρᾶν πάρα.
Ξοῦθος
ὦ τέκνον, χαῖρʼ· ἡ γὰρ ἀρχὴ τοῦ λόγου πρέπουσά μοι.
Ἴων
χαίρομεν· σὺ δʼ εὖ φρόνει γε, καὶ δύʼ ὄντʼ εὖ πράξομεν.
Ξοῦθος
δὸς χερὸς φίλημά μοι σῆς σώματός τʼ ἀμφιπτυχάς.
Ἴων
εὖ φρονεῖς μέν; ἤ σʼ ἔμηνε θεοῦ τις, ὦ ξένε, βλάβη; 520
Ξοῦθος
σωφρονῶ· τὰ φίλταθʼ εὑρὼν οὐ φυγεῖν ἐφίεμαι.
Ἴων
παῦε, μὴ ψαύσας τὰ τοῦ θεοῦ στέμματα ῥήξῃς χερί.
Ξοῦθος
ἅψομαι· κοὐ ῥυσιάζω, τἀμὰ δʼ εὑρίσκω φίλα.
Ἴων
οὐκ ἀπαλλάξῃ, πρὶν εἴσω τόξα πλευμόνων λαβεῖν;
Ξοῦθος
ὡς τί δὴ φεύγεις με; σαυτοῦ γνωρίσας τὰ φίλτατα — 525
Ἴων
οὐ φιλῶ φρενοῦν ἀμούσους καὶ μεμηνότας ξένους.
Ξοῦθος
κτεῖνε καὶ πίμπρη· πατρὸς γάρ, ἢν κτάνῃς, ἔσῃ φονεύς.
Ἴων
ποῦ δέ μοι πατὴρ σύ; ταῦτʼ οὖν οὐ γέλως κλύειν ἐμοῦ;
Ξοῦθος
οὔ· τρέχων ὁ μῦθος ἄν σοι τἀμὰ σημήνειεν ἄν.
Ἴων
καὶ τί μοι λέξεις; 530
Ξοῦθος
πατὴρ σός εἰμι καὶ σὺ παῖς ἐμός. 530
Ἴων
τίς λέγει τάδε;
Ξοῦθος
ὅς σʼ ἔθρεψεν ὄντα Λοξίας ἐμόν.
Ἴων
μαρτυρεῖς σαυτῷ.
Ξοῦθος
τὰ τοῦ θεοῦ γʼ ἐκμαθὼν χρηστήρια.
Ἴων
ἐσφάλης αἴνιγμʼ ἀκούσας.
Ξοῦθος
οὐκ ἄρʼ ὄρθʼ ἀκούομεν.
Ἴων
ὁ δὲ λόγος τίς ἐστι Φοίβου;
Ξοῦθος
τὸν συναντήσαντά μοι —
← Önceki bölüm Epeisodion 2 · 1 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme