Epeisodion 2
[Episode]
μισησόμεσθα· λυπρὰ γὰρ τὰ κρείσσονα·
Ἴων
ὅσοι δέ, χρηστοὶ δυνάμενοί τʼ εἶναι σοφοί,
σιγῶσι κοὐ σπεύδουσιν ἐς τὰ πράγματα,
γέλωτʼ ἐν αὐτοῖς μωρίαν τε λήψομαι
600
οὐχ ἡσυχάζων ἐν πόλει φόβου πλέᾳ.
τῶν δʼ αὖ λογίων τε χρωμένων τε τῇ πόλει
ἐς ἀξίωμα βὰς πλέον φρουρήσομαι
ψήφοισιν. οὕτω γὰρ τάδʼ, ὦ πάτερ, φιλεῖ·
οἳ τὰς πόλεις ἔχουσι κἀξιώματα,
605
τοῖς ἀνθαμίλλοις εἰσὶ πολεμιώτατοι.
ἐλθὼν δʼ ἐς οἶκον ἀλλότριον ἔπηλυς ὢν
γυναῖκά θʼ ὡς ἄτεκνον, ἣ κοινουμένη
τὰς συμφοράς σοι πρόσθεν, ἀπολαχοῦσα νῦν
αὐτὴ καθʼ αὑτὴν τὴν τύχην οἴσει πικρῶς,
610
πῶς οὐχ ὑπʼ αὐτῆς εἰκότως μισήσομαι,
ὅταν παραστῶ σοὶ μὲν ἐγγύθεν ποδός,
ἣ δʼ οὖσʼ ἄτεκνος τὰ σὰ φίλʼ εἰσορᾷ πικρῶς,
κᾆτʼ ἢ προδοὺς σύ μʼ ἐς δάμαρτα σὴν βλέπῃς
ἢ τἀμὰ τιμῶν δῶμα συγχέας ἔχῃς;
615
ὅσας σφαγὰς δὴ φαρμάκων τε θανασίμων
γυναῖκες ηὗρον ἀνδράσιν διαφθοράς.
ἄλλως τε τὴν σὴν ἄλοχον οἰκτίρω, πάτερ,
ἄπαιδα γηράσκουσαν· οὐ γὰρ ἀξία
πατέρων ἀπʼ ἐσθλῶν οὖσʼ ἀπαιδίᾳ νοσεῖν.
620
τυραννίδος δὲ τῆς μάτην αἰνουμένης
τὸ μὲν πρόσωπον ἡδύ, τἀν δόμοισι δὲ
λυπηρά· τίς γὰρ μακάριος, τίς εὐτυχής,
ὅστις δεδοικὼς καὶ παραβλέπων βίον
αἰῶνα τείνει; δημότης ἂν εὐτυχὴς
625
ζῆν ἂν θέλοιμι μᾶλλον ἢ τύραννος ὤν,