Thesauros Literature Tragedy Ἴων

Ἴων

Ἴων Euripides

Epeisodion 2

[Episode]
ᾧ τοὺς πονηροὺς ἡδονὴ φίλους ἔχειν,
Ἴων
ἐσθλοὺς δὲ μισεῖ κατθανεῖν φοβούμενος.
 
εἴποις ἂν ὡς ὁ χρυσὸς ἐκνικᾷ τάδε,
 
πλουτεῖν τε τερπνόν; οὐ φιλῶ ψόφους κλύειν 630
 
ἐν χερσὶ σῴζων ὄλβον οὐδʼ ἔχειν πόνους·
 
εἴη γʼ ἐμοὶ μὲν μέτρια μὴ λυπουμένῳ.
 
ἃ δʼ ἐνθάδʼ εἶχον ἀγάθʼ ἄκουσόν μου, πάτερ·
 
τὴν φιλτάτην μὲν πρῶτον ἀνθρώπῳ σχολὴν
 
ὄχλον τε μέτριον, οὐδέ μʼ ἐξέπληξʼ ὁδοῦ 635
 
πονηρὸς οὐδείς· κεῖνο δʼ οὐκ ἀνασχετόν,
 
εἴκειν ὁδοῦ χαλῶντα τοῖς κακίοσιν.
 
θεῶν δʼ ἐν εὐχαῖς ἢ γόοισιν ἦ βροτῶν,
 
ὑπηρετῶν χαίρουσιν, οὐ γοωμένοις.
 
καὶ τοὺς μὲν ἐξέπεμπον, οἳ δʼ ἧκον ξένοι, 640
 
ὥσθʼ ἡδὺς αἰεὶ καινὸς ἐν καινοῖσιν ἦ.
 
ὃ δʼ εὐκτὸν ἀνθρώποισι, κἂν ἄκουσιν ᾖ,
 
δίκαιον εἶναί μʼ ὁ νόμος ἡ φύσις θʼ ἅμα
 
παρεῖχε τῷ θεῷ. ταῦτα συννοούμενος
 
κρείσσω νομίζω τἀνθάδʼ ἢ τἀκεῖ, πάτερ. 645
 
ἔα δʼ ἔμʼ αὐτοῦ ζῆν· ἴση γὰρ ἡ χάρις,
 
μεγάλοισι χαίρειν σμικρά θʼ ἡδέως ἔχειν.
Χορός
καλῶς ἔλεξας, εἴπερ οὓς ἐγὼ φιλῶ
 
ἐν τοῖσι σοῖσιν εὐτυχήσουσιν φίλοις.
Ξοῦθος
παῦσαι λόγων τῶνδʼ, εὐτυχεῖν δʼ ἐπίστασο· 650
 
θέλω γὰρ οὗπέρ σʼ ηὗρον ἄρξασθαι, τέκνον,
 
κοινῆς τραπέζης, δαῖτα πρὸς κοινὴν πεσών,
 
θῦσαί θʼ ἅ σου πρὶν γενέθλιʼ οὐκ ἐθύσαμεν.
 
καὶ νῦν μὲν ὡς δὴ ξένον ἄγων σʼ ἐφέστιον
 
δείπνοισι τέρψω, τῆς δʼ Ἀθηναίων χθονὸς 655
 
ἄξω θεατὴν δῆθεν, ὡς οὐκ ὄντʼ ἐμόν.
← Önceki Epeisodion 2 · 6 / 7 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme