Thesauros Literature Tragedy Ἴων

Ἴων

Ἴων Euripides

Stasimon 3

[Episode]
ὤμοι, θάνοιμι.
Πρεσβύτης
θύγατερ.
Κρέουσα
ὦ τάλαινʼ
 
ἐγὼ συμφορᾶς, ἔλαβον ἔπαθον ἄχος
 
ἀβίοτον, φίλαι.
 
διοιχόμεσθα.
Πρεσβύτης
τέκνον. 765
Κρέουσα
αἰαῖ αἰαῖ· 765
 
διανταῖος ἔτυπεν ὀδύνα με πλευ-
 
μόνων τῶνδʼ ἔσω.
Πρεσβύτης
μήπω στενάξῃς
Κρέουσα
ἀλλὰ πάρεισι γόοι.
Πρεσβύτης
πρὶν ἂν μάθωμεν 770
Κρέουσα
ἀγγελίαν τίνα μοι; 770
Πρεσβύτης
εἰ ταὐτὰ πράσσων δεσπότης τῆς συμφορᾶς
 
κοινωνός ἐστιν, ἢ μόνη σὺ δυστυχεῖς.
Χορός
κείνῳ μέν, ὦ γεραιέ, παῖδα Λοξίας
 
ἔδωκεν, ἰδίᾳ δʼ εὐτυχεῖ ταύτης δίχα. 775
Κρέουσα
τόδʼ ἐπὶ τῷδε κακὸν ἄκρον ἔλακες
 
ἄχος ἐμοὶ στένειν.
Πρεσβύτης
πότερα δὲ φῦναι δεῖ γυναικὸς ἔκ τινος
 
τὸν παῖδʼ ὃν εἶπας, ἢ γεγῶτʼ ἐθέσπισεν;
Χορός
ἤδη πεφυκότʼ ἐκτελῆ νεανίαν 780
 
δίδωσιν αὐτῷ Λοξίας· παρῆ δʼ ἐγώ.
Κρέουσα
πῶς φῄς; ἄφατον ἄφατον ἀναύδητον
 
λόγον ἐμοὶ θροεῖς.
Πρεσβύτης
κἄμοιγε. πῶς δʼ ὁ χρησμὸς ἐκπεραίνεται, 785
 
σαφέστερόν μοι φράζε, χὥστις ἔσθʼ ὁ παῖς.
Χορός
ὅτῳ ξυναντήσειεν ἐκ θεοῦ συθεὶς
 
πρώτῳ πόσις σός, παῖδʼ ἔδωκʼ αὐτῷ θεός.
← Önceki bölüm Stasimon 3 · 1 / 12 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme