Stasimon 4
Χορός
καίνʼ ἐκ καινῶν μεταβάλλουσαι
χθονὶ συντυχίαι. λεύσσετε Τρώων
τόνδʼ Ἀστυάνακτʼ ἄλοχοι μέλεαι
1120
νεκρόν, ὃν πύργων δίσκημα πικρὸν
Δαναοὶ κτείναντες ἔχουσιν.
Ταλθύβιος
Ἑκάβη, νεὼς μὲν πίτυλος εἷς λελειμμένος
λάφυρα τἀπίλοιπʼ Ἀχιλλείου τόκου
μέλλει πρὸς ἀκτὰς ναυστολεῖν Φθιώτιδας·
1125
αὐτὸς δʼ ἀνῆκται Νεοπτόλεμος, καινάς τινας
Πηλέως ἀκούσας συμφοράς, ὥς νιν χθονὸς
Ἄκαστος ἐκβέβληκεν, ὁ Πελίου γόνος.
οὗ θᾶσσον οὕνεκʼ, ἢ χάριν μονῆς ἔχων,
φροῦδος, μετʼ αὐτοῦ δʼ Ἀνδρομάχη, πολλῶν ἐμοὶ
1130
δακρύων ἀγωγός, ἡνίκʼ ἐξώρμα χθονός,
πάτραν τʼ ἀναστένουσα καὶ τὸν Ἕκτορος
τύμβον προσεννέπουσα. καί σφʼ ᾐτήσατο
θάψαι νεκρὸν τόνδʼ, ὃς πεσὼν ἐκ τειχέων
ψυχὴν ἀφῆκεν Ἕκτορος τοῦ σοῦ γόνος·
1135
φόβον τʼ Ἀχαιῶν, χαλκόνωτον ἀσπίδα
τήνδʼ, ἣν πατὴρ τοῦδʼ ἀμφὶ πλεύρʼ ἐβάλλετο,
μή νυν πορεῦσαι Πηλέως ἐφʼ ἑστίαν,
μηδʼ ἐς τὸν αὐτὸν θάλαμον, οὗ νυμφεύσεται
μήτηρ νεκροῦ τοῦδʼ Ἀνδρομάχη, λύπας ὁρᾶν,
1140
ἀλλʼ ἀντὶ κέδρου περιβόλων τε λαΐνων
ἐν τῇδε θάψαι παῖδα· σὰς δʼ ἐς ὠλένας
δοῦναι, πέπλοισιν ὡς περιστείλῃς νεκρὸν
στεφάνοις θʼ, ὅση σοι δύναμις, ὡς ἔχει τὰ σά·
ἐπεὶ βέβηκε, καὶ τὸ δεσπότου τάχος
1145
ἀφείλετʼ αὐτὴν παῖδα μὴ δοῦναι τάφῳ.