Thesauros Literature Tragedy Τρῳάδες

Τρῳάδες

Τρῳάδες Euripides

Parodos

[Choral]
ἄνα, δύσδαιμον, πεδόθεν κεφαλή·
Ἑκάβη
ἐπάειρε δέρην· οὐκέτι Τροία
 
τάδε καὶ βασιλῆς ἐσμεν Τροίας. 100
 
μεταβαλλομένου δαίμονος ἀνέχου.
 
πλεῖ κατὰ πορθμόν, πλεῖ κατὰ δαίμονα,
 
μηδὲ προσίστω πρῷραν βιότου
 
πρὸς κῦμα πλέουσα τύχαισιν.
 
αἰαῖ αἰαῖ. 105
 
τί γὰρ οὐ πάρα μοι μελέᾳ στενάχειν,
 
ᾗ πατρὶς ἔρρει καὶ τέκνα καὶ πόσις;
 
ὦ πολὺς ὄγκος συστελλόμενος
 
προγόνων, ὡς οὐδὲν ἄρʼ ἦσθα.
 
τί με χρὴ σιγᾶν; τί δὲ μὴ σιγᾶν; 110
 
τί δὲ θρηνῆσαι;
 
δύστηνος ἐγὼ τῆς βαρυδαίμονος
 
ἄρθρων κλίσεως, ὡς διάκειμαι,
 
νῶτʼ ἐν στερροῖς λέκτροισι ταθεῖσʼ.
 
οἴμοι κεφαλῆς, οἴμοι κροτάφων 115
 
πλευρῶν θʼ, ὥς μοι πόθος εἱλίξαι
 
καὶ διαδοῦναι νῶτον ἄκανθάν τʼ
 
εἰς ἀμφοτέρους τοίχους, μελέων
 
ἐπὶ τοὺς αἰεὶ δακρύων ἐλέγους.
 
μοῦσα δὲ χαὕτη τοῖς δυστήνοις 120
 
ἄτας κελαδεῖν ἀχορεύτους.
 
πρῷραι ναῶν, ὠκείαις
 
Ἴλιον ἱερὰν αἳ κώπαις
 
διʼ ἅλα πορφυροειδέα καὶ
 
λιμένας Ἑλλάδος εὐόρμους 125
 
αὐλῶν παιᾶνι στυγνῷ
 
συρίγγων τʼ εὐφθόγγων φωνᾷ
← Önceki bölüm Parodos · 1 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme