Thesauros Literature Tragedy Τρῳάδες

Τρῳάδες

Τρῳάδες Euripides

Parodos

[Choral]
βαίνουσαι πλεκτὰν Αἰγύπτου
Ἑκάβη
παιδείαν ἐξηρτήσασθʼ,
 
αἰαῖ, Τροίας ἐν κόλποις 130
 
τὰν Μενελάου μετανισόμεναι
 
στυγνὰν ἄλοχον, Κάστορι λώβαν
 
τῷ τʼ Εὐρώτᾳ δυσκλείαν,
 
ἃ σφάζει μὲν
 
τὸν πεντήκοντʼ ἀροτῆρα τέκνων 135
 
Πρίαμον, ἐμέ τε μελέαν Ἑκάβαν
 
ἐς τάνδʼ ἐξώκειλʼ ἄταν.
 
ὤμοι, θάκους οἵους θάσσω,
 
σκηναῖς ἐφέδρους Ἀγαμεμνονίαις.
 
δούλα δʼ ἄγομαι 140
 
γραῦς ἐξ οἴκων πενθήρη
 
κρᾶτʼ ἐκπορθηθεῖσʼ οἰκτρῶς.
 
ἀλλʼ ὦ τῶν χαλκεγχέων Τρώων
 
ἄλοχοι μέλεαι,
 
καὶ κοῦραι κοῦραι δύσνυμφοι,
 
τύφεται Ἴλιον, αἰάζωμεν. 145
 
μάτηρ δʼ ὡσεί τις πτανοῖς
 
ὄρνισιν, ὅπως ἐξάρξω ʼγὼ
 
κλαγγάν, μολπάν, οὐ τὰν αὐτὰν
 
οἵαν ποτὲ δὴ
 
σκήπτρῳ Πριάμου διερειδομένα 150
 
ποδὸς ἀρχεχόρου πληγαῖς Φρυγίους
 
εὐκόμποις ἐξῆρχον θεούς.
[Choral 1]
Ἑκάβη, τί θροεῖς; τί δὲ θωΰσσεις;
Ἡμιχόριον Α
ποῖ λόγος ἥκει; διὰ γὰρ μελάθρων
 
ἄιον οἴκτους οὓς οἰκτίζῃ. 155
 
διὰ δὲ στέρνων φόβος ἄισσεν
← Önceki Parodos · 2 / 5 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme