Epeisodion 3
Ἑκάβη
πότερον ἀμείνονʼ ὡς λάβῃ Διὸς πόσιν;
ἢ γάμον Ἀθηνᾶ θεῶν τίνος θηρωμένη —
ἣ παρθενείαν πατρὸς ἐξῃτήσατο,
980
φεύγουσα λέκτρα; μὴ ἀμαθεῖς ποίει θεὰς
τὸ σὸν κακὸν κοσμοῦσα, μὴ οὐ πείσῃς σοφούς.
Κύπριν δʼ ἔλεξας — ταῦτα γὰρ γέλως πολύς —
ἐλθεῖν ἐμῷ ξὺν παιδὶ Μενέλεω δόμους.
οὐκ ἂν μένουσʼ ἂν ἥσυχός σʼ ἐν οὐρανῷ
985
αὐταῖς Ἀμύκλαις ἤγαγεν πρὸς Ἴλιον;
ἦν οὑμὸς υἱὸς κάλλος ἐκπρεπέστατος,
ὁ σὸς δʼ ἰδών νιν νοῦς ἐποιήθη Κύπρις·
τὰ μῶρα γὰρ πάντʼ ἐστὶν Ἀφροδίτη βροτοῖς,
καὶ τοὔνομʼ ὀρθῶς ἀφροσύνης ἄρχει θεᾶς.
990
ὃν εἰσιδοῦσα βαρβάροις ἐσθήμασι
χρυσῷ τε λαμπρὸν ἐξεμαργώθης φρένας.
ἐν μὲν γὰρ Ἄργει μίκρʼ ἔχουσʼ ἀνεστρέφου,
Σπάρτης δʼ ἀπαλλαχθεῖσα τὴν Φρυγῶν πόλιν
χρυσῷ ῥέουσαν ἤλπισας κατακλύσειν
995
δαπάναισιν· οὐδʼ ἦν ἱκανά σοι τὰ Μενέλεω
μέλαθρα ταῖς σαῖς ἐγκαθυβρίζειν τρυφαῖς.
εἶἑν· βίᾳ γὰρ παῖδα φῄς σʼ ἄγειν ἐμόν·
τίς Σπαρτιατῶν ᾔσθετʼ; ἢ ποίαν βοὴν
ἀνωλόλυξας — Κάστορος νεανίου
1000
τοῦ συζύγου τʼ ἔτʼ ὄντος, οὐ κατʼ ἄστρα πω;
ἐπεὶ δὲ Τροίαν ἦλθες Ἀργεῖοί τέ σου
κατʼ ἴχνος, ἦν δὲ δοριπετὴς ἀγωνία,
εἰ μὲν τὰ τοῦδε κρείσσονʼ ἀγγέλλοιτό σοι,
Μενέλαον ᾔνεις, παῖς ὅπως λυποῖτʼ ἐμὸς
1005
ἔχων ἔρωτος ἀνταγωνιστὴν μέγαν·
εἰ δʼ εὐτυχοῖεν Τρῶες, οὐδὲν ἦν ὅδε.