Thesauros Literature Tragedy Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Euripides

Prologos

Ὀρέστης
δάκρυά τʼ ἔδωκα καὶ κόμης ἀπηρξάμην
 
πυρᾷ τʼ ἐπέσφαξʼ αἷμα μηλείου φόνου,
 
λαθὼν τυράννους οἳ κρατοῦσι τῆσδε γῆς.
 
καὶ τειχέων μὲν ἐντὸς οὐ βαίνω πόδα,
 
δυοῖν δʼ ἅμιλλαν ξυντιθεὶς ἀφικόμην 95
 
πρὸς τέρμονας γῆς τῆσδʼ, ἵνʼ ἐκβάλω ποδὶ
 
ἄλλην ἐπʼ αἶαν, εἴ μέ τις γνοίη σκοπῶν,
 
ζητῶν τʼ ἀδελφήν· φασὶ γάρ νιν ἐν γάμοις
 
ζευχθεῖσαν οἰκεῖν οὐδὲ παρθένον μένειν·
 
ὡς συγγένωμαι καὶ φόνου ξυνεργάτιν 100
 
λαβὼν τά γʼ εἴσω τειχέων σαφῶς μάθω.
 
νῦν οὖν — ἕως γὰρ λευκὸν ὄμμʼ ἀναίρεται —
 
ἔξω τρίβου τοῦδʼ ἴχνος ἀλλαξώμεθα.
 
ἢ γάρ τις ἀροτὴρ ἤ τις οἰκέτις γυνὴ
 
φανήσεται νῷν, ἥντινʼ ἱστορήσομεν 105
 
εἰ τούσδε ναίει σύγγονος τόπους ἐμή.
 
ἀλλʼ — εἰσορῶ γὰρ τήνδε προσπόλον τινά,
 
πηγαῖον ἄχθος ἐν κεκαρμένῳ κάρᾳ
 
φέρουσαν — ἑζώμεσθα κἀκπυθώμεθα
 
δούλης γυναικός, ἤν τι δεξώμεσθʼ ἔπος 110
 
ἐφʼ οἷσι, Πυλάδη, τήνδʼ ἀφίγμεθα χθόνα.
← Önceki Prologos · 4 / 4 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme