Thesauros Literature Tragedy Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Euripides

Stasimon 2

[Episode]
πῶς οὖν ἐκείνην τόνδε τʼ ἐν ταὐτῷ κτενῶ;
Ἠλέκτρα
ἐγὼ φόνον γε μητρὸς ἐξαρτύσομαι.
Ὀρέστης
καὶ μὴν ἐκεῖνά γʼ ἡ τύχη θήσει καλῶς.
Ἠλέκτρα
ὑπηρετείτω μὲν δυοῖν ὄντοιν ὅδε.
Πρέσβυς
ἔσται τάδʼ· εὑρίσκεις δὲ μητρὶ πῶς φόνον; 650
Ἠλέκτρα
λέγʼ, ὦ γεραιέ, τάδε Κλυταιμήστρᾳ μολών·
 
λεχώ μʼ ἀπάγγελλʼ οὖσαν ἄρσενος τόκῳ.
Πρέσβυς
πότερα πάλαι τεκοῦσαν ἢ νεωστὶ δή;
Ἠλέκτρα
δέχʼ ἡλίους, ἐν οἷσιν ἁγνεύει λεχώ.
Πρέσβυς
καὶ δὴ τί τοῦτο μητρὶ προσβάλλει φόνον; 655
Ἠλέκτρα
ἥξει κλύουσα λόχιά μου νοσήματα.
Πρέσβυς
πόθεν; τί δʼ αὐτῇ σοῦ μέλειν δοκεῖς, τέκνον;
Ἠλέκτρα
ναί· καὶ δακρύσει γʼ ἀξίωμʼ ἐμῶν τόκων.
Πρέσβυς
ἴσως· πάλιν τοι μῦθον ἐς καμπὴν ἄγε.
Ἠλέκτρα
ἐλθοῦσα μέντοι δῆλον ὡς ἀπόλλυται. 660
Πρέσβυς
καὶ μὴν ἐπʼ αὐτάς γʼ εἶσι σῶν δόμων πύλας.
Ἠλέκτρα
οὐκοῦν τραπέσθαι σμικρὸν εἰς Ἅιδου τόδε;
Πρέσβυς
εἰ γὰρ θάνοιμι τοῦτʼ ἰδὼν ἐγώ ποτε.
Ἠλέκτρα
πρώτιστα μέν νυν τῷδʼ ὑφήγησαι, γέρον —
Πρέσβυς
Αἴγισθος ἔνθα νῦν θυηπολεῖ θεοῖς; 665
Ἠλέκτρα
ἔπειτʼ ἀπαντῶν μητρὶ τἀπʼ ἐμοῦ φράσον.
Πρέσβυς
ὥστʼ αὐτά γʼ ἐκ σοῦ στόματος εἰρῆσθαι δοκεῖν.
Ἠλέκτρα
σὸν ἔργον ἤδη· πρόσθεν εἴληχας φόνου.
Ὀρέστης
στείχοιμʼ ἄν, εἴ τις ἡγεμὼν γίγνοιθʼ ὁδοῦ.
Πρέσβυς
καὶ μὴν ἐγὼ πέμποιμʼ ἂν οὐκ ἀκουσίως. 670
Ὀρέστης
ὦ Ζεῦ Πατρῷε, καὶ Τροπαῖʼ ἐχθρῶν γενοῦ —
Ἠλέκτρα
οἴκτιρέ θʼ ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν —
Πρέσβυς
οἴκτιρε δῆτα σούς γε φύντας ἐκγόνους.
Ἠλέκτρα
Ἥρα τε, βωμῶν ἣ Μυκηναίων κρατεῖς —
Ὀρέστης
νίκην δὸς ἡμῖν, εἰ δίκαιʼ αἰτούμεθα. 675
← Önceki Stasimon 2 · 3 / 6 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme