Thesauros Literature Tragedy Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Euripides

Epeisodion 3

Ἄγγελος
ἔνθʼ ἦν ὁ κλεινὸς τῶν Μυκηναίων ἄναξ.
 
κυρεῖ δὲ κήποις ἐν καταρρύτοις βεβώς,
 
δρέπων τερείνης μυρσίνης κάρᾳ πλόκους·
 
ἰδών τʼ ἀυτεῖ· Χαίρετʼ, ὦ ξένοι· τίνες
 
πόθεν πορεύεσθʼ; ἔστε τʼ ἐκ ποίας χθονός; 780
 
ὁ δʼ εἶπʼ Ὀρέστης· Θεσσαλοί· πρὸς δʼ Ἀλφεὸν
 
θύσοντες ἐρχόμεσθʼ Ὀλυμπίῳ Διί.
 
κλύων δὲ ταῦτʼ Αἴγισθος ἐννέπει τάδε·
 
νῦν μὲν παρʼ ἡμῖν χρὴ συνεστίους ἐμοὶ
 
θοίνης γενέσθαι· τυγχάνω δὲ βουθυτῶν 785
 
νύμφαις· ἑῷοι δʼ ἐξαναστάντες λέχους
 
ἐς ταὐτὸν ἥξετʼ. ἀλλʼ ἴωμεν ἐς δόμους —
 
καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ χερὸς λαβὼν
 
παρῆγεν ἡμᾶς — οὐδʼ ἀπαρνεῖσθαι χρεών·
 
ἐπεὶ δʼ ἐν οἴκοις ἦμεν, ἐννέπει τάδε· 790
 
λούτρʼ ὡς τάχιστα τοῖς ξένοις τις αἰρέτω,
 
ὡς ἀμφὶ βωμὸν στῶσι χερνίβων πέλας.
 
ἀλλʼ εἶπʼ Ὀρέστης· Ἀρτίως ἡγνίσμεθα
 
λουτροῖσι καθαροῖς ποταμίων ῥείθρων ἄπο.
 
εἰ δὲ ξένους ἀστοῖσι συνθύειν χρεών, 795
 
Αἴγισθʼ, ἕτοιμοι κοὐκ ἀπαρνούμεσθʼ, ἄναξ.
 
τοῦτον μὲν οὖν μεθεῖσαν ἐκ μέσου λόγον·
 
λόγχας δὲ θέντες δεσπότου φρουρήματα
 
δμῶες πρὸς ἔργον πάντες ἵεσαν χέρας·
 
οἳ μὲν σφαγεῖον ἔφερον, οἳ δʼ ᾖρον κανᾶ, 800
 
ἄλλοι δὲ πῦρ ἀνῆπτον ἀμφί τʼ ἐσχάρας
 
λέβητας ὤρθουν· πᾶσα δʼ ἐκτύπει στέγη.
 
λαβὼν δὲ προχύτας μητρὸς εὐνέτης σέθεν
 
ἔβαλλε βωμούς, τοιάδʼ ἐννέπων ἔπη·
 
νύμφαι πετραῖαι, πολλάκις με βουθυτεῖν 805
← Önceki Epeisodion 3 · 2 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme