Thesauros Literature Tragedy Ἠλέκτρα

Ἠλέκτρα

Ἠλέκτρα Euripides

Epeisodion 3

Ἄγγελος
θοινασόμεσθα, Φθιάδʼ ἀντὶ Δωρικῆς
 
οἴσει τις ἡμῖν κοπίδʼ, ἀπορρήξω χέλυν;
 
λαβὼν δὲ κόπτει. σπλάγχνα δʼ Αἴγισθος λαβὼν
 
ἤθρει διαιρῶν. τοῦ δὲ νεύοντος κάτω
 
ὄνυχας ἐπʼ ἄκρους στὰς κασίγνητος σέθεν 840
 
ἐς σφονδύλους ἔπαισε, νωτιαῖα δὲ
 
ἔρρηξεν ἄρθρα· πᾶν δὲ σῶμʼ ἄνω κάτω
 
ἤσπαιρεν ἠλάλαζε δυσθνῄσκων φόνῳ.
 
δμῶες δʼ ἰδόντες εὐθὺς ᾖξαν ἐς δόρυ,
 
πολλοὶ μάχεσθαι πρὸς δύʼ· ἀνδρείας δʼ ὕπο 845
 
ἔστησαν ἀντίπρῳρα σείοντες βέλη
 
Πυλάδης Ὀρέστης τʼ. εἶπε δʼ· οὐχὶ δυσμενὴς
 
ἥκω πόλει τῇδʼ οὐδʼ ἐμοῖς ὀπάοσιν,
 
φονέα δὲ πατρὸς ἀντετιμωρησάμην
 
τλήμων Ὀρέστης· ἀλλὰ μή με καίνετε, 850
 
πατρὸς παλαιοὶ δμῶες. οἳ δʼ, ἐπεὶ λόγων
 
ἤκουσαν, ἔσχον κάμακας· ἐγνώσθη δʼ ὑπὸ
 
γέροντος ἐν δόμοισιν ἀρχαίου τινός.
 
στέφουσι δʼ εὐθὺς σοῦ κασιγνήτου κάρα
 
χαίροντες ἀλαλάζοντες. ἔρχεται δὲ σοὶ 855
 
κάρα ʼπιδείξων οὐχὶ Γοργόνος φέρων,
 
ἀλλʼ ὃν στυγεῖς Αἴγισθον· αἷμα δʼ αἵματος
 
πικρὸς δανεισμὸς ἦλθε τῷ θανόντι νῦν.
← Önceki Epeisodion 3 · 4 / 4 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme