Epeisodion 4
Ὀρέστης
πῶς γὰρ κτάνω νιν, ἥ μʼ ἔθρεψε κἄτεκεν;
Ἠλέκτρα
ὥσπερ πατέρα σὸν ἥδε κἀμὸν ὤλεσεν.
970
Ὀρέστης
ὦ Φοῖβε, πολλήν γʼ ἀμαθίαν ἐθέσπισας —
Ἠλέκτρα
ὅπου δʼ Ἀπόλλων σκαιὸς ᾖ, τίνες σοφοί;
Ὀρέστης
ὅστις μʼ ἔχρησας μητέρʼ, ἣν οὐ χρῆν, κτανεῖν.
Ἠλέκτρα
βλάπτῃ δὲ δὴ τί πατρὶ τιμωρῶν σέθεν;
Ὀρέστης
μητροκτόνος νῦν φεύξομαι, τόθʼ ἁγνὸς ὤν.
975
Ἠλέκτρα
καὶ μή γʼ ἀμύνων πατρὶ δυσσεβὴς ἔσῃ.
Ὀρέστης
ἐγὼ δὲ μητρὸς — ; τῷ φόνου δώσω δίκας;
Ἠλέκτρα
τῷ δʼ ἢν πατρῴαν διαμεθῇς τιμωρίαν;
Ὀρέστης
ἆρʼ αὔτʼ ἀλάστωρ εἶπʼ ἀπεικασθεὶς θεῷ;
Ἠλέκτρα
ἱερὸν καθίζων τρίποδʼ; ἐγὼ μὲν οὐ δοκῶ.
980
Ὀρέστης
οὐδʼ ἂν πιθοίμην εὖ μεμαντεῦσθαι τάδε.
Ἠλέκτρα
οὐ μὴ κακισθεὶς εἰς ἀνανδρίαν πεσῇ.
Ὀρέστης
ἀλλʼ ἦ τὸν αὐτὸν τῇδʼ ὑποστήσω δόλον;
Ἠλέκτρα
ᾧ καὶ πόσιν καθεῖλες, Αἴγισθον κτανών.
Ὀρέστης
ἔσειμι· δεινοῦ δʼ ἄρχομαι προβλήματος
985
καὶ δεινὰ δράσω γε — εἰ θεοῖς δοκεῖ τάδε,
ἔστω· πικρὸν δὲ χἡδὺ τἀγώνισμά μοι.