Thesauros Literature Tragedy Ἰφιγένεια ἐν Ταύροις

Ἰφιγένεια ἐν Ταύροις

Ἰφιγένεια ἐν Ταύροις Euripides

Epeisodion 3

Θόας
ποῦ ʼσθʼ ἡ πυλωρὸς τῶνδε δωμάτων γυνὴ
 
Ἑλληνίς; ἤδη τῶν ξένων κατήρξατο;
 
ἀδύτοις ἐν ἁγνοῖς σῶμα λάμπονται πυρί; 1155
Χορός
ἥδʼ ἐστίν, ἥ σοι πάντʼ, ἄναξ, ἐρεῖ σαφῶς.
Θόας
ἔα·
 
τί τόδε μεταίρεις ἐξ ἀκινήτων βάθρων,
 
Ἀγαμέμνονος παῖ, θεᾶς ἄγαλμʼ ἐν ὠλέναις;
Ἰφιγένεια
ἄναξ, ἔχʼ αὐτοῦ πόδα σὸν ἐν παραστάσιν.
Θόας
τί δʼ ἔστιν, Ἰφιγένεια, καινὸν ἐν δόμοις; 1160
Ἰφιγένεια
ἀπέπτυσʼ· Ὁσίᾳ γὰρ δίδωμʼ ἔπος τόδε.
Θόας
τί φροιμιάζῃ νεοχμόν; ἐξαύδα σαφῶς.
Ἰφιγένεια
οὐ καθαρά μοι τὰ θύματʼ ἠγρεύσασθʼ, ἄναξ.
Θόας
τί τοὐκδιδάξαν τοῦτό σʼ; ἢ δόξαν λέγεις;
Ἰφιγένεια
βρέτας τὸ τῆς θεοῦ πάλιν ἕδρας ἀπεστράφη. 1165
Θόας
αὐτόματον, ἤ νιν σεισμὸς ἔστρεψε χθονός;
Ἰφιγένεια
αὐτόματον· ὄψιν δʼ ὀμμάτων ξυνήρμοσεν.
Θόας
ἡ δʼ αἰτία τίς; ἦ τὸ τῶν ξένων μύσος;
Ἰφιγένεια
ἥδʼ, οὐδὲν ἄλλο· δεινὰ γὰρ δεδράκατον.
Θόας
ἀλλʼ ἦ τινʼ ἔκανον βαρβάρων ἀκτῆς ἔπι; 1170
Ἰφιγένεια
οἰκεῖον ἦλθον τὸν φόνον κεκτημένοι.
Θόας
τίνʼ; εἰς ἔρον γὰρ τοῦ μαθεῖν πεπτώκαμεν.
Ἰφιγένεια
μητέρα κατειργάσαντο κοινωνῷ ξίφει.
Θόας
Ἄπολλον, οὐδʼ ἐν βαρβάροις ἔτλη τις ἄν.
Ἰφιγένεια
πάσης διωγμοῖς ἠλάθησαν Ἑλλάδος. 1175
Θόας
ἦ τῶνδʼ ἕκατι δῆτʼ ἄγαλμʼ ἔξω φέρεις;
Ἰφιγένεια
σεμνόν γʼ ὑπʼ αἰθέρʼ, ὡς μεταστήσω φόνου.
Θόας
μίασμα δʼ ἔγνως τοῖν ξένοιν ποίῳ τρόπῳ;
Ἰφιγένεια
ἤλεγχον, ὡς θεᾶς βρέτας ἀπεστράφη πάλιν.
Θόας
σοφήν σʼ ἔθρεψεν Ἑλλάς, ὡς ᾔσθου καλῶς. 1180
Ἰφιγένεια
καὶ μὴν καθεῖσαν δέλεαρ ἡδύ μοι φρενῶν.
← Önceki bölüm Epeisodion 3 · 1 / 4 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme